Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 26.1 | Theoc. Id. 26.20 (English) | >>Theoc. Id. 27.1 |
26.10Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει ,
σχῖνον ἐς ἀρχαίαν καταδύς , ἐπιχώριον ἔρνος .
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα ,
σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου ,
ἐξαπίνας ἐπιοῖσα , τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι .
μαίνετο μέν θʼ αὕτα , μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι .
26.16Πενθεὺς μὲν φεῦγεν πεφοβημένος , αἱ δʼ ἐδίωκον ,
πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι .
Πενθεὺς μὲν τόδʼ ἔειπε · τίνος κέχρησθε γυναῖκες ;
Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι .
26.20μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα ,
ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας ·
Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
λὰξ ἐπὶ γαστέρα βᾶσα , καὶ Αὐτονόας ῥυθμὸς ωὑτός ·
αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες .
26.25ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι ,
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι .
οὐκ ἀλέγω · μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι , μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν ,
εἴη δʼ ἐνναέτης ἢ καὶ δεκάτω ἐπιβαίνοι ·
26.30αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι .
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος .
εὐσεβέων παίδεσσι τὰ λώια , δυσσεβέων δʼ οὔ .
χαίροι μὲν Διόνυσος , ὃν ἐν Δρακάνῳ νιφόεντι
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας ·
26.35χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις ,
αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
οὐκ ἐπιμωματόν . μηδεὶς τὰ θεῶν ὀνόσαιτο .
26.16
26.20
26.25
26.30
26.35
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 26.1 | Theoc. Id. 26.20 (English) | >>Theoc. Id. 27.1 |