Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 26.1 Theoc. Id. 26.35 (English) >>Theoc. Id. 27.1

26.25ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
εἴη δʼ ἐνναέτης καὶ δεκάτω ἐπιβαίνοι·
26.30αὐτὸς δʼ εὐαγέοιμι καὶ εὐαγέεσσιν ἅδοιμι.
ἐκ Διὸς αἰγιόχω τιμὰν ἔχει αἰετὸς οὗτος.
εὐσεβέων παίδεσσι τὰ λώια, δυσσεβέων δʼ οὔ.
χαίροι μὲν Διόνυσος, ὃν ἐν Δρακάνῳ νιφόεντι
Ζεὺς ὕπατος μεγάλαν ἐπιγουνίδα κάτθετο λύσας·
26.35χαίροι δʼ εὐειδὴς Σεμέλα καὶ ἀδελφεαὶ αὐτᾶς
Καδμεῖαι πολλαῖς μεμελημέναι ἡρωίναις,
αἳ τόδε ἔργον ἔρεξαν ὀρίναντος Διονύσου
οὐκ ἐπιμωματόν. μηδεὶς τὰ θεῶν ὀνόσαιτο.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 26.1 Theoc. Id. 26.35 (English) >>Theoc. Id. 27.1

Powered by PhiloLogic