Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.265 Theoc. Id. 26.5 (English) >>Theoc. Id. 26.35

Λῆναι Βάκχαι 26.1 Ἰνὼ καὐτονόα χἁ μαλοπάραυος Ἀγαύα
τρεῖς θιάσως ἐς ὄρος τρεῖς ἄγαγον αὐταὶ ἐοῖσαι.
χαἱ μὲν ἀμερξάμεναι λασίας δρυὸς ἄγρια φύλλα
κισσόν τε ζώοντα καὶ ἀσφόδελον τὸν ὑπὲρ γᾶς
26.5ἐν καθαρῷ λειμῶνι κάμον δυοκαίδεκα βωμούς,
τὼς τρεῖς τᾷ Σεμέλᾳ, τὼς ἐννέα τῷ Διονύσῳ.
ἱερὰ δʼ ἐκ κίστας ποπανεύματα χερσὶν ἑλοῖσαι
εὐφάμως κατέθεντο νεοδρέπτων ἐπὶ βωμῶν,
ὡς ἐδίδασχʼ, ὡς αὐτὸς ἐθυμάρει Διόνυσος.
26.10Πενθεὺς δʼ ἀλιβάτου πέτρας ἄπο πάντʼ ἐθεώρει,
σχῖνον ἐς ἀρχαίαν καταδύς, ἐπιχώριον ἔρνος.
Αὐτονόα πράτα νιν ἀνέκραγε δεινὸν ἰδοῖσα,
σὺν δʼ ἐτάραξε ποσὶν μανιώδεος ὄργια Βάκχου,
ἐξαπίνας ἐπιοῖσα, τὰ δʼ οὐχ ὁρέοντι βέβηλοι.
μαίνετο μέν θʼ αὕτα, μαίνοντο δʼ ἄρʼ εὐθὺ καὶ ἄλλαι.
26.16Πενθεὺς μὲν φεῦγεν πεφοβημένος, αἱ δʼ ἐδίωκον,
πέπλως ἐκ ζωστῆρος ἐπʼ ἰγνύαν ἐρύσαισαι.
Πενθεὺς μὲν τόδʼ ἔειπε· τίνος κέχρησθε γυναῖκες;
Αὐτονόα τόδʼ ἔειπε τάχα γνώσῃ πρὶν ἀκοῦσαι.
26.20μάτηρ μὲν κεφαλὰν μυκήσατο παιδὸς ἑλοῖσα,
ὅσσόν περ τοκάδος τελέθει μύκημα λεαίνας·
Ἰνὼ δʼ ἐξέρρηξε σὺν ὠμοπλάτᾳ μέγαν ὦμον
λὰξ ἐπὶ γαστέρα βᾶσα, καὶ Αὐτονόας ῥυθμὸς ωὑτός·
αἱ δʼ ἄλλαι τὰ περισσὰ κρεανομέοντο γυναῖκες.
26.25ἐς Θήβας δʼ ἀφίκοντο πεφυρμέναι αἵματι πᾶσαι,
ἐξ ὄρεος πένθημα καὶ οὐ Πενθῆα φέροισαι.
οὐκ ἀλέγω· μηδʼ ἄλλος ἀπεχθομένω Διονύσῳ
φροντίζοι, μηδʼ εἰ χαλεπώτερα τῶνδʼ ἐμόγησεν,
εἴη δʼ ἐνναέτης καὶ δεκάτω ἐπιβαίνοι·


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 25.265 Theoc. Id. 26.5 (English) >>Theoc. Id. 26.35

Powered by PhiloLogic