Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 26 Theoc. Id. 27 (English) >>Theoc. Id. 28

Ὀαριστύς Κόρη27.1Τὰν πινυτὰν Ἑλέναν Πάρις ἥρπασε βουκόλος ἄλλος.
Δάφνις μᾶλλον ἑκοῖσʼ Ἑλένα τὸν βουκόλον ἔσχε φιλεῦσα.
Κόρη μὴ καυχῶ σατυρίσκε· κενὸν τὸ φίλαμα λέγουσιν.
Δάφνις ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
<Κόρη>
27.5τὸ στόμα μευ πλύνω καὶ ἀποπτύω τὸ φίλαμα.
Δάφνις πλύνεις χείλεα σεῖο; δίδου πάλιν ὄφρα φιλάσω.
Κόρη καλόν σοι δαμάλας φιλέειν, οὐκ ἄζυγα κώραν.
Δάφνις μὴ καυχῶ· τάχα γάρ σε παρέρχεται ὡς ὄναρ ἥβη.
Κόρη ἢν δέ τι γηράσκω, τόδε που μέλι καὶ γάλα πίνω.
Δάφνις σταφυλὶς σταφίς ἐστι καὶ οὐ ῥόδον αὖον ὀλεῖται.
Κόρη
27.19μὴ ʼπιβάλῃς τὰν χεῖρα, καὶ εἰσέτι χεῖλος ἀμύξω.
Δάφνις
27.11δεῦρʼ ὑπὸ τὰς κοτίνους, ἵνα σοί τινα μῦθον ἐνίψω.
Κόρη οὐκ ἐθέλω· καὶ πρίν με παρήπαφες ἁδέι μύθῳ.
Δάφνις δεῦρʼ ὑπὸ τὰς πτελέας, ἵνʼ ἐμᾶς σύριγγος ἀκούσῃς.
Κόρη τὴν σαυτοῦ φρένα τέρψον· ὀίζυον οὐδὲν ἀρέσκει.
Δάφνις
27.15φεῦ φεῦ τᾶς Παφίας χόλον ἅζεο καὶ σύγε κώρα.
Κόρη χαιρέτω Παφία· μόνον ἵλαος Ἄρτεμις εἴη.
Δάφνις μὴ λέγε, μὴ βάλλῃ σε καὶ ἐς λίνον ἄκριτον ἔνθῃς.
Κόρη βαλλέτω ὡς ἐθέλει· πάλιν Ἄρτεμις ἄμμιν ἀρήγει.
Δάφνις
27.20οὐ φεύγεις τὸν Ἔρωτα, τὸν οὐ φύγε παρθένος ἄλλη.
Κόρη φεύγω ναὶ τὸν Πᾶνα· σὺ δὲ ζυγὸν αἰὲν ἀείρεις.
Δάφνις δειμαίνω, μὴ δή σε κακωτέρῳ ἀνέρι δώσει.
Κόρη πολλοί μʼ ἐμνώοντο, νόμον δʼ ἐμὸν οὔτις ἀείδει.
Δάφνις εἷς καὶ ἐγὼ πολλῶν μνηστὴρ τεὸς ἐνθάδʼ ἱκάνω.
Κόρη
27.25καὶ τί φίλος ῥέξαιμι; γάμοι πλήθουσιν ἀνίας.
Δάφνις οὐκ ὀδύνην, οὐκ ἄλγος ἔχει γάμος, ἀλλὰ χορείην.
Κόρη ναὶ μάν φασι γυναῖκας ἑοὺς τρομέειν παρακοίτας.
Δάφνις μᾶλλον ἀεὶ κρατέουσι· τίνα τρομέουσι γυναῖκες;
Κόρη ὠδίνειν τρομέω· χαλεπὸν βέλος Εἰλειθυίης.
Δάφνις
ἀλλὰ τεὴ βασίλεια μογοστόκος Ἄρτεμίς ἐστιν.
Κόρη
27.30ἀλλὰ τεκεῖν τρομέω, μὴ καὶ χρόα καλὸν ὀλέσσω.
Δάφνις ἢν δὲ τέκῃς φίλα τέκνα, νέον φάος ὄψεαι υἷας.
Κόρη καὶ τί μοι ἕδνον ἄγεις γάμου ἄξιον, ἢν ἐπινεύσω;
Δάφνις πᾶσαν τὰν ἀγέλαν, πάντʼ ἄλσεα καὶ νομὸν ἕξεις.
Κόρη
27.35ὄμνυε μὴ μετὰ λέκτρα λιπὼν ἀέκουσαν ἀπενθεῖν.
Δάφνις οὐκ αὐτὸν τὸν Πᾶνα, καὶ ἢν ἐθέλῃς με διῶξαι.
Κόρη τεύχεις μοι θαλάμους, τεύχεις καὶ δῶμα καὶ αὐλάς;
Δάφνις τεύχω σοι θαλάμους· τὰ δὲ πώεα καλὰ νομεύω.
Κόρη πατρὶ δὲ γηραλέῳ τίνα μάν, τίνα μῦθον ἐνίψω;
Δάφνις
27.40αἰνήσει σέο λέκτρον, ἐπὴν ἐμὸν οὔνομʼ ἀκούσῃ.
Κόρη οὔνομα σὸν λέγε τῆνο· καὶ οὔνομα πολλάκι τέρπει.
Δάφνις Δάφνις ἐγώ, Λυκίδας τε πατήρ, μήτηρ δὲ Νομαία.
Κόρη ἐξ εὐηγενέων· ἀλλʼ οὐ σέθεν εἰμὶ χερείων.
Δάφνις οἶδʼ, ἄκρα τιμίη ἐσσί· πατὴρ δέ τοί ἐστι Μενάλκας.
Κόρη
27.45δεῖξον ἐμοὶ τεὸν ἄλσος, ὅπῃ σέθεν ἵσταται αὖλις.
Δάφνις δεῦρʼ ἴδε πῶς ἀνθεῦσιν ἐμαὶ ῥαδιναὶ κυπάρισσοι.
Κόρη αἶγες ἐμαί, βόσκεσθε· τὰ βουκόλω ἔργα νοήσω.
Δάφνις ταῦροι, καλὰ νέμεσθʼ, ἵνα παρθένῳ ἄλσεα δείξω.
Κόρη τί ῥέζεις, σατυρίσκε; τί δʼ ἔνδοθεν ἅψαο μαζῶν;
Δάφνις
27.50μᾶλα τεὰ πράτιστα τάδε χνοάοντα διδάξω.
Κόρη ναρκῶ, ναὶ τὸν Πᾶνα. τεὴν πάλιν ἔξελε χεῖρα.
Δάφνις θάρσει, κῶρα φίλα. τί μοι ἔτρεμες; ὡς μάλα δειλά.
Κόρη βάλλεις εἰς ἀμάραν με καὶ εἵματα καλὰ μιαίνεις.
Δάφνις ἀλλʼ ὑπὸ σοὺς πέπλους ἁπαλὸν νάκος ἠνίδε βάλλω.
Κόρη
27.55φεῦ φεῦ, καὶ τὰν μίτραν ἀπέσχισας. ἐς τί δʼ ἔλυσας;
Δάφνις τᾷ Παφίᾳ πράτιστον ἐγὼ τόδε δῶρον ὀπάζω.
Κόρη μίμνε, τάλαν· τάχα τίς τοι ἐπέρχεται· ἦχον ἀκούω.
Δάφνις ἀλλήλαις λαλέουσι τεὸν γάμον αἱ κυπάρισσοι.
Κόρη ἀμπεχόνην ποίησας ἐμὴν ῥάκος· εἰμὶ δὲ γυμνά.
Δάφνις
27.60ἄλλην ἀμπεχόνην τῆς σῆς τοι μείζονα δώσω.
Κόρη φῄς μοι πάντα δόμεν· τάχα δʼ ὕστερον οὐδʼ ἅλα δοίης.
Δάφνις αἴθʼ αὐτὰν δυνάμαν καὶ τὰν ψυχὰν ἐπιβάλλειν.
Κόρη Ἄρτεμι, μὴ νεμέσα σέο ῥήμασιν οὐκέτι πιστῇ.
Δάφνις ῥέξω πόρτιν Ἔρωτι καὶ αὐτᾷ βοῦν Ἀφροδίτᾳ.
Κόρη
27.65παρθένος ἔνθα βέβηκα, γυνὴ δʼ εἰς οἶκον ἀφέρπω.
Δάφνις ἀλλὰ γυνὴ μήτηρ τεκέων τροφός, οὐκέτι κώρα.
ὣς οἱ μὲν χλοεροῖσιν ἰαινόμενοι μελέεσσιν
ἀλλήλοις ψιθύριζον. ἀνίστατο φώριος εὐνή.
χἠ μὲν ἀνεγρομένη πάλιν ἔστιχε μᾶλα νομεύειν
27.70ὄμμασιν αἰδομένοις, κραδίη δέ οἱ ἔνδον ἰάνθη·
ὃς δʼ ἐπὶ ταυρείας ἀγέλας κεχαρημένος εὐνᾶς ἤιεν.
δέχνυσο τὰν σύριγγα τεὰν πάλιν, ὄλβιε ποιμάν·
τῶν δʼ αὖ ποιμναγῶν ἑτέρην σκεψώμεθα μολπάν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 26 Theoc. Id. 27 (English) >>Theoc. Id. 28

Powered by PhiloLogic