Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 27.60 Theoc. Id. 28.5 (English) >>Theoc. Id. 29.1

Ἠλακάτη 28.1 Γλαύκας φιλέριθʼ ἀλακάτα δῶρον Ἀθανάας
γύναιξιν, νόος οἰκωφελίας αἷσιν ἐπάβολος,
θέρσεισʼ ἄμμιν ὑμάρτη πόλιν ἐς Νείλεος ἀγλάαν,
ὅπᾳ Κύπριδος ἶρον καλάμω χλῶρον ὑπαπάλω.
28.5τυῖδε γὰρ πλόον εὐάνεμον αἰτήμεθα πὰρ Δίος,
ὅπως ξέννον ἔμον τέρψομʼ ἴδων κἀντιφιλήσομεν,
Νικίαν, Χαρίτων ἰμεροφώνων ἴερον φύτον,
καὶ σὲ τὰν ἐλέφαντος πολυμόχθω γεγενημέναν
δῶρον Νικιάας εἰς ἀλόχω χέρρας ὀπάσσομεν,
σὺν τᾷ πόλλα μὲν ἔργʼ ἐκτελέσεις ἀνδρεΐοις πέπλοις,
28.11πόλλα δʼ οἷα γύναικες φορέοισʼ ὐδάτινα βράκη.
δὶς γὰρ μάτερες ἄρνων μαλάκοις ἐν βοτάνᾳ πόκοις
πέξαιντʼ αὐτοένει, Θευγένιδός γʼ ἔνεκʼ ἐυσφύρω·
οὕτως ἀνυσίεργος, φιλέει δʼ ὅσσα σαόφρονες.
28.15οὐ γὰρ εἰς ἀκίρας οὐδʼ ἐς ἀέργω κεν ἐβολλόμαν
ὀπάσσαι σε δόμοις ἀμμετέρας ἔσσαν ἀπὺ χθόνος.
καὶ γάρ τοι πάτρις, ἃν ὡξ Ἐφύρας κτίσσε ποτʼ Ἀρχίας
νάσω Τρινακρίας μύελον, ἄνδρων δοκίμων πόλιν.
νῦν μὰν οἶκον ἔχοισʼ ἄνερος, ὃς πόλλʼ ἐδάη σόφα
28.20ἀνθρώποισι νόσοις φάρμακα λύγραις ἀπαλαλκέμεν,
οἰκήσεις κατὰ Μίλλατον ἐράνναν πεδʼ Ἰαόνων,
ὡς εὐαλάκατος Θεύγενις ἐν δαμότισιν πέλῃ,
καί οἱ μνᾶστιν ἄει τῶ φιλαοίδω παρέχῃς ξένω.
κῆνο γάρ τις ἔρει τὤπος ἴδων σʼ· μεγάλα χάρις
28.25δώρῳ σὺν ὀλίγῳ· πάντα δὲ τίματα τὰ πὰρ φίλων.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 27.60 Theoc. Id. 28.5 (English) >>Theoc. Id. 29.1

Powered by PhiloLogic