Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 29.1 Theoc. Id. 29.20 (English) >>Theoc. Id. 29.40

29.10ἀλλʼ εἴ μοί τι πίθοιο νέος προγενεστέρῳ,
τῷ κε λώιον αὖτος ἔχων ἔμʼ ἐπαινέσαις,
ποίησαι καλίαν μίαν εἰν ἑνὶ δενδρίῳ,
ὅππῃ μηδὲν ἀπίξεται ἄγριον ὄρπετον.
νῦν δὲ τῶδε μὲν ἄματος ἄλλον ἔχης κλάδον,
29.15ἄλλον δʼ αὔριον, ἐξ ἑτέρω δʼ ἕτερον μάτης·
καἰ μέν σευ τὸ κάλον τις ἴδων ῥέθος αἰνέσαι,
τῷ δʼ εὖθυς πλέον τριέτης ἐγένευ φίλος,
τὸν πρῶτον δὲ φιλεῦντα τρίταιον ἐθήκαο.
ἄνδρων τῶν ὑπερανορέων δοκίμοις πνέειν.
29.20φίλη δʼ, ἇς κʼ ἔτʼ ἔῃς, τὸν ὕμοιον ἔχην ἄει.
αἰ γὰρ ὧδε πόῃς, ἄγαθος μὲν ἀκούσεαι
ἐξ ἄστων· δέ τοί κʼ Ἔρος οὐ χαλέπως ἔχοι,
ὃς ἄνδρων φρένας εὐμαρέως ὑποδάμναται,
κἄμε μόλθακον ἐξ ἐπόησε σιδαρίω.
29.25ἀλλὰ πὲρ ἀπάλω στύματός σε πεδέρχομαι
ὀμνάσθην, ὅτι πέρυσιν ἦσθα νεώτερος,
χὤτι γηραλέοι πέλομες πρὶν ἀποπτύσαι
καὶ ῥύσοι, νεότατα δʼ ἔχην παλινάγρετον
οὐκ ἔστι· πτέρυγας γὰρ ἐπωμαδίαις φόρη,
29.30κἄμμες βαρδύτεροι τὰ ποτήμενα συλλαβῆν.
ταῦτα χρὴ νοέοντα πέλην ποτιμώτερον,
καί μοι τὠραμένῳ συνέραν ἀδόλως σέθεν,
ὅπως, ἁνίκα τὰν γένυν ἀνδρεΐαν ἔχῃς,
ἀλλάλοισι πελώμεθʼ Ἀχιλλέϊοι φίλοι.
29.35αἰ δὲ ταῦτα φέρην ἀνέμοισιν ἐπιτρέπῃς,
ἐν θύμῳ δὲ λέγῃς τί με δαιμόνιʼ ἐνόχλης;
νῦν μὲν κἠπὶ τὰ χρύσεα μᾶλʼ ἔνεκεν σέθεν
βαίην καὶ φύλακον νεκύων πεδὰ Κέρβερον,
τότα δʼ οὐδὲ καλεῦντος ἐπʼ αὐλεΐαις θύραις


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 29.1 Theoc. Id. 29.20 (English) >>Theoc. Id. 29.40

Powered by PhiloLogic