Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.1 Theoc. Id. 3.25 (English) >>Theoc. Id. 3.50

3.16μαζὸν ἐθήλαζε, δρυμῷ τέ νιν ἔτρεφε μάτηρ,
ὅς με κατασμύχων καὶ ἐς ὀστίον ἄχρις ἰάπτει.
τὸ καλὸν ποθορεῦσα, τὸ πᾶν λίθος· κυάνοφρυ
νύμφα, πρόσπτυξαί με τὸν αἰπόλον, ὥς τυ φιλάσω.
3.20ἔστι καὶ ἐν κενεοῖσι φιλάμασιν ἁδέα τέρψις.
τὸν στέφανον τῖλαί με κατʼ αὐτίκα λεπτὰ ποησεῖς,
τόν τοι ἐγὼν Ἀμαρυλλὶ φίλα κισσοῖο φυλάσσω
ἀμπλέξας καλύκεσσι καὶ εὐόδμοισι σελίνοις.--
ὤμοι ἐγώ, τί πάθω; τί δύσσοος; οὐχ ὑπακούεις;--
3.25Τὰν βαίταν ἀποδὺς ἐς κύματα τηνῶ ἁλεῦμαι,
ὧπερ τὼς θύννως σκοπιάζεται Ὄλπις γριπεύς·
καἴκα δἠποθάνω, τό γε μὰν τεὸν ἁδὺ τέτυκται.
ἔγνων πρᾶν, ὅκα μευ μεμναμένω, εἰ φιλέεις με,
οὐδὲ τὸ τηλέφιλον ποτεμάξατο, τὸ πλατάγημα,
3.30ἀλλʼ αὔτως ἁπαλῷ ποτὶ πάχεος ἐξεμαράνθη.
εἶπε καὶ Ἀγροιὼ τἀλαθέα κοσκινόμαντις,
πρᾶν ποιολογεῦσα παραιβάτις, οὕνεκʼ ἐγὼ μὲν
τὶν ὅλος ἔγκειμαι, τὺ δέ μευ λόγον οὐδένα ποιῇ.
μάν τοι λευκὰν διδυματόκον αἶγα φυλάσσω,
3.35τάν με καὶ Μέρμνωνος ἐριθακὶς μελανόχρως
αἰτεῖ, καὶ δωσῶ οἱ, ἐπεὶ τύ μοι ἐνδιαθρύπτῃ.
ἅλλεται ὀφθαλμός μευ δεξιός· ῥά γʼ ἰδησῶ
αὐτάν; ᾀσεῦμαι ποτὶ τὰν πίτυν ὧδʼ ἀποκλινθείς,
καί κέ μʼ ἴσως ποτίδοι, ἐπεὶ οὐκ ἀδαμαντίνα ἐστίν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.1 Theoc. Id. 3.25 (English) >>Theoc. Id. 3.50

Powered by PhiloLogic