Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.25 Theoc. Id. 3.50 (English) >>Theoc. Id. 4.1

3.40Ἱππομένης ὅκα δὴ τὰν παρθένον ἤθελε γᾶμαι,
μᾶλʼ ἐν χερσὶν ἑλὼν δρόμον ἄνυεν· δʼ Ἀταλάντα
ὡς ἴδεν, ὡς ἐμάνη, ὡς ἐς βαθὺν ἅλατʼ ἔρωτα.
τὰν ἀγέλαν χὡ μάντις ἀπʼ Ὄθρυος ἆγε Μελάμπους
ἐς Πύλον· δὲ Βίαντος ἐν ἀγκοίναισιν ἐκλίνθη,
3.45μάτηρ χαρίεσσα περίφρονος Ἀλφεσιβοίης.
τὰν δὲ καλὰν Κυθέρειαν ἐν ὤρεσι μᾶλα νομεύων
οὐχ οὑτῶς ὥδωνις ἐπὶ πλέον ἄγαγε λύσσας,
ὥστʼ οὐδὲ φθίμενόν νιν ἄτερ μαζοῖο τίθητι;
ζαλωτὸς μὲν ἐμὶν τὸν ἄτροπον ὕπνον ἰαύων
3.50Ἐνδυμίων, ζαλῶ δὲ φίλα γύναι Ἰασίωνα,
ὃς τοσσῆνʼ ἐκύρησεν, ὅσʼ οὐ πευσεῖσθε βέβαλοι.
ἀλγέω τὰν κεφαλάν, τὶν δʼ οὐ μέλει. οὐκέτʼ ἀείδω,
κεισεῦμαι δὲ πεσών, καὶ τοὶ λύκοι ὧδέ μʼ ἔδονται.
ὡς μέλι τοι γλυκὺ τοῦτο κατὰ βρόχθοιο γένοιτο.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.25 Theoc. Id. 3.50 (English) >>Theoc. Id. 4.1

Powered by PhiloLogic