Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 30.1 Theoc. Id. 30.10 (English) >>Theoc. Id. 30.30

30.1 ᾤαι τῶ χαλεπῶ καἰνομόρω τῶδε νοσήματος·
τετόρταιος ἔχει, παιδὸς ἔρως, μῆνά με δεύτερον,
κάλω μὲν μετρίως, ἀλλʼ ὄποσον τῲ ποδὶ περρέχει
τᾶς γᾶς τοῦτο χάρις· ταῖς δὲ παραύαις γλυκὺ μειδίαι.
καὶ νῦν μὲν τὸ κακὸν ταῖς μὲν ἔχει, ταῖσι δέ μʼ οὐκέτι,
30.6τάχα δʼ οὐδʼ ὅσον ὕπνω ʼπιτύχην ἔσσετʼ ἐρωία·
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύων
αἰδεσθεὶς ποτίδην ἀντίος, ἠρεύθετο δὲ χρόα.
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὦρος ἐδράξατο,
30.10εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ <κέαρ δακών>.
Πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν·
τί δὴ ταῦτα ποίης; ἀλοσύνας τί ἔσχατον ἔσσεται;
λεύκας οὐκέτʼ ἴσαισθʼ ὅττι φόρης ἐν κροτάφοις τρίχας;
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ.
30.15πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι.
καὶ μὰν ἄλλο σε λάθει· τόδʼ ἄρʼ ἦς λώιον, ἔμμεναι
ξέννον τῶν χαλεπῶν παιδὸς <ἐρώτων προγενέστερον>
τῷ μὲν γὰρ βίος ἕρπει ἴσα γόννοις ἐλάφω θοᾶς,
χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα.
30.20οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων
μένει· τῷ δʼ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄραι νυκτὸς ἐνύπνια,
παύσασθαι δʼ ἐνιαυτὸς χαλέπας οὐκ ἴκανος νόσω.
Ταῦτα κἄτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 30.1 Theoc. Id. 30.10 (English) >>Theoc. Id. 30.30

Powered by PhiloLogic