Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 30.1 | Theoc. Id. 30.15 (English) | >>Theoc. Id. 30.30 |
30.6τάχα δʼ οὐδʼ ὅσον ὕπνω ʼπιτύχην ἔσσετʼ ἐρωία ·
ἐχθὲς γὰρ παριὼν ἔδρακε λέπτʼ ἄμμε διʼ ὀφρύων
αἰδεσθεὶς ποτίδην ἀντίος , ἠρεύθετο δὲ χρόα .
ἔμεθεν δὲ πλέον τᾶς κραδίας ὦρος ἐδράξατο ,
30.10εἰς οἶκον δʼ ἀπέβαν ἕλκος ἔχων καὶ τὸ <κέαρ δακών >.
Πολλὰ δʼ εἰσκαλέσας θυμὸν ἐμαυτοῦ διελεξάμαν ·
τί δὴ ταῦτα ποίης ; ἀλοσύνας τί ἔσχατον ἔσσεται ;
λεύκας οὐκέτʼ ἴσαισθʼ ὅττι φόρης ἐν κροτάφοις τρίχας ;
ὧρά τοι φρονέειν μὴ οὔτι νέος τὰν ἰδέαν πέλῃ .
30.15πάντʼ ἔρδης ἅπερ οἱ τῶν ἐτέων ἄρτι γεγευμένοι .
καὶ μὰν ἄλλο σε λάθει · τόδʼ ἄρʼ ἦς λώιον , ἔμμεναι
ξέννον τῶν χαλεπῶν παιδὸς <ἐρώτων προγενέστερον >
τῷ μὲν γὰρ βίος ἕρπει ἴσα γόννοις ἐλάφω θοᾶς ,
χαλάσει δʼ ἑτέρᾳ ποντοπόρην αὔριον ἄρμενα .
30.20οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων
μένει · τῷ δʼ ὁ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ · πολλὰ δʼ ὄραι νυκτὸς ἐνύπνια ,
παύσασθαι δʼ ἐνιαυτὸς χαλέπας οὐκ ἴκανος νόσω .
Ταῦτα κἄτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν .
30.25ὁ δὲ τοῦτʼ ἔφατʼ · ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσειν Ἔρον , οὗτος δοκίμοι τοὶς ὑπὲρ ἀμμέων
εὑρεῖν βραϊδίως ἀστέρας ὀπποσσάκιν ἐννέα .
καὶ νῦν , εἴτʼ ἐθέλω , χρή με μακρὸν σχόντα τὸν ἄμφενα
ἕλκειν τὸν ζυγόν , εἴτʼ οὐκ ἐθέλω · ταῦτα γὰρ ὦγαθὲ
30.10
30.15
30.20
30.25
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 30.1 | Theoc. Id. 30.15 (English) | >>Theoc. Id. 30.30 |