Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 30.1 Theoc. Id. 30.30 (English) >>Theoc. Id. 30.30

30.20οὐδʼ αὐτῷ γλυκερᾶς ἄνθεμον ἅβας πεδʼ ὐμαλίκων
μένει· τῷ δʼ πόθος καὶ τὸν ἔσω μυελὸν ἐσθίει
ὀμμιμνασκομένῳ· πολλὰ δʼ ὄραι νυκτὸς ἐνύπνια,
παύσασθαι δʼ ἐνιαυτὸς χαλέπας οὐκ ἴκανος νόσω.
Ταῦτα κἄτερα πολλὰ προτʼ ἐμὸν θυμὸν ἐμεμψάμαν.
30.25 δὲ τοῦτʼ ἔφατʼ· ὄττις δοκίμοι τὸν δολομάχανον
νικάσειν Ἔρον, οὗτος δοκίμοι τοὶς ὑπὲρ ἀμμέων
εὑρεῖν βραϊδίως ἀστέρας ὀπποσσάκιν ἐννέα.
καὶ νῦν, εἴτʼ ἐθέλω, χρή με μακρὸν σχόντα τὸν ἄμφενα
ἕλκειν τὸν ζυγόν, εἴτʼ οὐκ ἐθέλω· ταῦτα γὰρ ὦγαθὲ
30.30βούλεται θέος, ὃς καὶ Διὸς ἔσφαλε μέγαν νόον
καὔτας Κυπρογενήας· ἔμε μάν, φύλλον ἐπάμερον,
σμίκρας δεύμενον αὔρας ὀνέλων ὦκα φόρει πνοᾷ.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 30.1 Theoc. Id. 30.30 (English) >>Theoc. Id. 30.30

Powered by PhiloLogic