Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.1 Theoc. Id. 4.20 (English) >>Theoc. Id. 4.45

4.10κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.
Βάττος πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
Κορύδων ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
Βάττος δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.
Κορύδων μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
Βάττος
4.15τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ τέττιξ;
Κορύδων οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
Βάττος
4.20λεπτὸς μὰν χὡ ταῦρος πυρρίχος. εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ δᾶμος.
Κορύδων καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,
4.25αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες τάλαν Αἴγων
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
4.30δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα--καλὰ πόλις, τε Ζάκυνθος--
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.1 Theoc. Id. 4.20 (English) >>Theoc. Id. 4.45

Powered by PhiloLogic