Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.1 Theoc. Id. 4.35 (English) >>Theoc. Id. 4.60

4.25αἰγίπυρος καὶ κνύζα καὶ εὐώδης μελίτεια.
Βάττος φεῦ φεῦ βασεῦνται καὶ ταὶ βόες τάλαν Αἴγων
εἰς Ἀίδαν, ὅκα καὶ τὺ κακᾶς ἠράσσαο νίκας,
χἁ σῦριγξ εὐρῶτι παλύνεται, ἅν ποκʼ ἐπάξα.
Κορύδων οὐ τήνα γʼ, οὐ Νύμφας, ἐπεὶ ποτὶ Πῖσαν ἀφέρπων
4.30δῶρον ἐμοί νιν ἔλειπεν· ἐγὼ δέ τις εἰμὶ μελικτάς,
κεὖ μὲν τὰ Γλαύκας ἀγκρούομαι, εὖ δὲ τὰ Πύρρω.
αἰνέω τάν τε Κρότωνα--καλὰ πόλις, τε Ζάκυνθος--
καὶ τὸ ποταῷον, τὸ Λακίνιον ᾇπερ πύκτας
Αἴγων ὀγδώκοντα μόνος κατεδαίσατο μάζας.
4.35τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
Βάττος χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
4.40αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
Κορύδων θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
Βάττος θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
4.45τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ λέπαργος.
Κορύδων σίτθʼ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
Βάττος


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.1 Theoc. Id. 4.35 (English) >>Theoc. Id. 4.60

Powered by PhiloLogic