Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.20 Theoc. Id. 4.45 (English) >>Theoc. Id. 4.60

4.35τηνεῖ καὶ τὸν ταῦρον ἀπʼ ὤρεος ἆγε πιάξας
τᾶς ὁπλᾶς κἤδωκʼ Ἀμαρυλλίδι, ταὶ δὲ γυναῖκες
μακρὸν ἀνάυσαν, χὡ βουκόλος ἐξεγέλασσεν.
Βάττος χαρίεσσʼ Ἀμαρυλλί, μόνας σέθεν οὐδὲ θανοίσας
λασεύμεσθʼ· ὅσον αἶγες ἐμὶν φίλαι, ὅσσον ἀπέσβης.
4.40αἰαῖ τῶ σκληρῶ μάλα δαίμονος, ὅς με λελόγχει.
Κορύδων θαρσεῖν χρὴ φίλε Βάττε· τάχʼ αὔριον ἔσσετʼ ἄμεινον.
ἐλπίδες ἐν ζωοῖσιν, ἀνέλπιστοι δὲ θανόντες.
χὡ Ζεὺς ἄλλοκα μὲν πέλει αἴθριος, ἄλλοκα δʼ ὕει.
Βάττος θαρσέω. βάλλε κάτωθε τὰ μοσχία· τᾶς γὰρ ἐλαίας
4.45τὸν θαλλὸν τρώγοντι τὰ δύσσοα. σίτθʼ λέπαργος.
Κορύδων σίτθʼ Κυμαίθα ποτὶ τὸν λόφον. οὐκ ἐσακούεις;
ἡξῶ ναὶ τὸν Πᾶνα κακὸν τέλος αὐτίκα δωσῶν,
εἰ μὴ ἄπει τουτῶθεν. ἴδʼ αὖ πάλιν ἅδε ποθέρπει.
εἴθʼ ἦν μοι ῥοικὸν τὸ λαγωβόλον, ὥς τυ πάταξα.
Βάττος
4.50θᾶσαί μʼ Κορύδων πὸτ τῶ Διός· γὰρ ἄκανθα
ἁρμοῖ μʼ ὧδʼ ἐπάταξʼ ὑπὸ τὸ σφυρόν. ὡς δὲ βαθεῖαι
τἀτρακτυλλίδες ἐντί. κακῶς πόρτις ὄλοιτο·
ἐς ταύταν ἐτύπην χασμεύμενος. ῥά γε λεύσσεις;
Κορύδων ναὶ ναί, τοῖς ὀνύχεσσιν ἔχω τέ νιν· ἅδε καὶ αὐτά.
Βάττος
4.55ὁσσίχον ἐστὶ τὸ τύμμα καὶ ἁλίκον ἄνδρα δαμάζει.
Κορύδων εἰς ὄρος ὅκχʼ ἕρπῃς, μὴ νήλιπος ἔρχεο Βάττε.
ἐν γὰρ ὄρει ῥάμνοί τε καὶ ἀσπάλαθοι κομέονται.
Βάττος εἴπʼ ἄγε μʼ Κορύδων, τὸ γερόντιον ῥα διώκει,
τήναν τὰν κυάνοφρυν ἐρωτίδα, τᾶς ποκʼ ἐκνίσθη;
Κορύδων


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.20 Theoc. Id. 4.45 (English) >>Theoc. Id. 4.60

Powered by PhiloLogic