Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.40 Theoc. Id. 4.5 (English) >>Theoc. Id. 4.35

Νομεῖς Βάττος καὶ Κορύδων Βάττος4.1Εἰπέ μοι Κορύδων, τίνος αἱ βόες; ῥα Φιλώνδα;
Κορύδων οὔκ, ἀλλʼ Αἴγωνος· βόσκειν δέ μοι αὐτὰς ἔδωκεν.
Βάττος πᾴ ψε κρύβδαν τὰ ποθέσπερα πάσας ἀμέλγεις;
Κορύδων ἀλλʼ γέρων ὑφίητι τὰ μοσχία κἠμὲ φυλάσσει.
Βάττος
4.5αὐτὸς δʼ ἐς τίνʼ ἄφαντος βουκόλος ᾤχετο χώραν;
Κορύδων οὐκ ἄκουσας; ἄγων νιν ἐπʼ Ἀλφεὸν ᾤχετο Μίλων.
Βάττος καὶ πόκα τῆνος ἔλαιον ἐν ὀφθαλμοῖσιν ὀπώπει;
Κορύδων φαντί νιν Ἡρακλῆι βίην καὶ κάρτος ἐρίσδειν.
Βάττος κἤμʼ ἔφαθʼ μάτηρ Πολυδεύκεος εἶμεν ἀμείνω.
Κορύδων
4.10κᾤχετʼ ἔχων σκαπάναν τε καὶ εἴκατι τουτόθε μᾶλα.
Βάττος πείσαι τοι Μίλων καὶ τὼς λύκος αὐτίκα λυσσῆν.
Κορύδων ταὶ δαμάλαι δʼ αὐτὸν μυκώμεναι αἵδε ποθεῦντι.
Βάττος δειλαῖαί γʼ αὗται· τὸν βουκόλον ὡς κακὸν εὗρον.
Κορύδων μὰν δειλαῖαί γε, καὶ οὐκέτι λῶντι νέμεσθαι.
Βάττος
4.15τήνας μὲν δή τοι τᾶς πόρτιος αὐτὰ λέλειπται
τὠστία. μὴ πρῶκας σιτίζεται ὥσπερ τέττιξ;
Κορύδων οὐ Δᾶν, ἀλλʼ ὁκὰ μέν νιν ἐπʼ Αἰσάροιο νομεύω
καὶ μαλακῶ χόρτοιο καλὰν κώμυθα δίδωμι,
ἄλλοκα δὲ σκαίρει τὸ βαθύσκιον ἀμφὶ Λάτυμνον.
Βάττος
4.20λεπτὸς μὰν χὡ ταῦρος πυρρίχος. εἴθε λάχοιεν
τοὶ τῶ Λαμπριάδα, τοὶ δαμόται, ὅκκα θύωντι
τᾷ Ἥρᾳ, τοιόνδε· κακοχράσμων γὰρ δᾶμος.
Κορύδων καὶ μὰν ἐς Στομάλιμνον ἐλαύνεται ἔς τε τὰ Φύσκω,
καὶ ποτὶ τὸν Νήαιθον, ὅπᾳ καλὰ πάντα φύοντι,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 3.40 Theoc. Id. 4.5 (English) >>Theoc. Id. 4.35

Powered by PhiloLogic