Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.80 Theoc. Id. 5.105 (English) >>Theoc. Id. 5.130

5.95λυπρὸν ἀπὸ πρίνοιο λεπύριον, αἱ δὲ μελιχραί.
Κομάτας κἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών· τηνεῖ γὰρ ἐφίσδει.
Λάκων ἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον, ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν, Κρατίδᾳ δωρήσομαι αὐτός.
Κομάτας
5.100σίττʼ ἀπὸ τᾶς κοτίνω ταὶ μηκάδες· ὧδε νέμεσθε,
ὡς τὸ κάταντες τοῦτο γεώλοφον αἵ τε μυρῖκαι.
Λάκων οὐκ ἀπὸ τᾶς δρυὸς οὗτος Κώναρος τε Κιναίθα;
τουτεῖ βοσκησεῖσθε ποτʼ ἀντολάς, ὡς Φάλαρος.
Κομάτας ἔστι δέ μοι γαυλὸς κυπαρίσσινος, ἔστι δὲ κρατήρ,
5.105ἔργον Πραξιτέλευς· τᾷ παιδὶ δὲ ταῦτα φυλάσσω.
Λάκων χἁμῖν ἐστι κύων φιλοποίμνιος, ὃς λύκος ἄγχει,
ὃν τῷ παιδὶ δίδωμι τὰ θηρία πάντα διώκειν.
Κομάτας ἀκρίδες, αἳ τὸν φραγμὸν ὑπερπαδῆτε τὸν ἁμόν,
μή μευ λωβάσησθε τὰς ἀμπέλος· ἐντὶ γὰρ ἇβαι.
Λάκων
5.110τοὶ τέττιγες, ὁρῆτε τὸν αἰπόλον ὡς ἐρεθίζω·
οὑτῶς κὔμμες θην ἐρεθίζετε τὼς καλαμευτάς.
Κομάτας μισέω τὰς δασυκέρκος ἀλώπεκας, αἳ τὰ Μίκωνος
αἰεὶ φοιτῶσαι τὰ ποθέσπερα ῥαγίζοντι.
Λάκων καὶ γὰρ ἐγὼ μισέω τὼς κανθάρος, οἳ τὰ Φιλώνδα
5.115σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.
Κομάτας οὐ μέμνασʼ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;
Λάκων τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι.
Κομάτας


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.80 Theoc. Id. 5.105 (English) >>Theoc. Id. 5.130

Powered by PhiloLogic