Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.100 Theoc. Id. 5.125 (English) >>Theoc. Id. 5.150

5.115σῦκα κατατρώγοντες ὑπανέμιοι φορέονται.
Κομάτας οὐ μέμνασʼ, ὅκʼ ἐγώ τυ κατήλασα, καὶ τὺ σεσαρὼς
εὖ ποτεκιγκλίζευ καὶ τᾶς δρυὸς εἴχεο τήνας;
Λάκων τοῦτο μὲν οὐ μέμναμʼ· ὅκα μάν ποκα τεῖδέ τυ δήσας
Εὐμάρας ἐκάθηρε καλῶς μάλα, τοῦτό γʼ ἴσαμι.
Κομάτας
5.120 δή τις Μόρσων πικραίνεται· οὐχὶ παρῄσθευ;
σκίλλας ἰὼν γραίας ἀπὸ σάματος αὐτίκα τίλλειν.
Λάκων κἠγὼ μὰν κνίζω Μόρσων τινά· καὶ τὺ δὲ λεύσσεις.
ἐνθὼν τὰν κυκλάμινον ὄρυσσέ νυν ἐς τὸν Ἅλεντα.
Κομάτας Ἱμέρα ἀνθʼ ὕδατος ῥείτω γάλα, καὶ τὺ δὲ Κράθι
5.125οἴνῳ πορφύροις, τὰ δέ τοι σία καρπὸν ἐνείκαι.
Λάκων ῥείτω χἁ Συβαρῖτις ἐμὶν μέλι, καὶ τὸ πότορθρον
παῖς ἀνθʼ ὕδατος τᾷ κάλπιδι κηρία βάψαι.
Κομάτας ταὶ μὲν ἐμαὶ κύτισόν τε καὶ αἴγιλον αἶγες ἔδοντι,
καὶ σχῖνον πατέοντι καὶ ἐν κομάροισι κέχυνται.
Λάκων
5.130ταῖσι δʼ ἐμαῖς ὀίεσσι πάρεστι μὲν μελίτεια
φέρβεσθαι, πολλὸς δὲ καὶ ὡς ῥόδα κίσθος ἐπανθεῖ.
Κομάτας οὐκ ἔραμʼ Ἀλκίππας, ὅτι με πρᾶν οὐκ ἐφίλασε
τῶν ὤτων καθελοῖσʼ, ὅκα οἱ τὰν φάσσαν ἔδωκα.
Λάκων ἀλλʼ ἐγὼ Εὐμήδευς ἔραμαι μέγα· καὶ γὰρ ὅκʼ αὐτῷ
5.135τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν.
Κομάτας οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ τάλαν ἐσσὶ φιλεχθής.
Μόρσων παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.100 Theoc. Id. 5.125 (English) >>Theoc. Id. 5.150

Powered by PhiloLogic