Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.120 Theoc. Id. 5.145 (English) >>Theoc. Id. 6.1

5.135τὰν σύριγγʼ ὤρεξα, καλόν τί με κάρτʼ ἐφίλασεν.
Κομάτας οὐ θεμιτὸν Λάκων ποτʼ ἀηδόνα κίσσας ἐρίσδειν,
οὐδʼ ἔποπας κύκνοισι· τὺ δʼ τάλαν ἐσσὶ φιλεχθής.
Μόρσων παύσασθαι κέλομαι τὸν ποιμένα. τὶν δὲ Κομάτα
5.139δωρεῖται Μόρσων τὰν ἀμνίδα· καὶ τὺ δὲ θύσας
ταῖς Νύμφαις Μόρσωνι καλὸν κρέας αὐτίκα πέμψον.
Κομάτας πεμψῶ ναὶ τὸν Πᾶνα. φριμάσσεο πᾶσα τραγίσκων
νῦν ἀγέλα· κἠγὼ γὰρ ἴδʼ ὡς μέγα τοῦτο καχαξῶ
κὰτ τῶ Λάκωνος τῶ ποιμένος, ὅττι ποκʼ ἤδη
ἀνυσάμαν τὰν ἀμνόν· ἐς ὠρανὸν ὔμμιν ἁλεῦμαι.
5.145αἶγες ἐμαὶ θαρσεῖτε κερουχίδες· αὔριον ὔμμε
πάσας ἐγὼ λουσῶ Συβαρίτιδος ἔνδοθι λίμνας.
οὗτος Λευκίτας κορυπτίλος, εἴ τινʼ ὀχευσεῖς
τᾶν αἰγῶν, φλασσῶ τυ πρὶν γʼ ἐμὲ καλλιερῆσαι
ταῖς Νύμφαις τὰν ἀμνόν. δʼ αὖ πάλιν. ἀλλὰ γενοίμαν,
5.150αἰ μή τυ φλάσσαιμι, Μελάνθιος ἀντὶ Κομάτα.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.120 Theoc. Id. 5.145 (English) >>Theoc. Id. 6.1

Powered by PhiloLogic