Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.1 Theoc. Id. 5.20 (English) >>Theoc. Id. 5.50

5.10οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.
Κομάτας τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ κακὲ καὶ τόκʼ ἐτάκευ
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.
Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
5.15τὰν βαίταν ἀπέδυσʼ Καλαιθίδος, κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.
Κομάτας οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,
αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.
Λάκων
5.20αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.
ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν--ἔστι μὲν οὐδὲν
ἱερόν--ἀλλά γε τοι διαείσομαι, ἔστε κʼ ἀπείπῃς.
Κομάτας ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.
Λάκων
5.25καὶ πῶς κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν;
τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν;
Κομάτας ὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις,
σφὰξ βομβέων τέττιγος ἐναντίον. ἀλλὰ γὰρ οὔ τοι
5.30ὥριφος ἰσοπαλής, τυῖδʼ τράγος οὗτος. ἔρισδε.
Λάκων μὴ σπεῦδʼ· οὐ γάρ τοι πυρὶ θάλπεαι. ἅδιον ᾀσῇ
τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας.
ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται· ὧδε πεφύκει
ποία χἁ στιβὰς ἅδε, καὶ ἀκρίδες ὧδε λαλεῦντι.
Κομάτας ἀλλʼ οὔ τι σπεύδω· μέγα δʼ ἄχθομαι, εἰ τύ με τολμῇς


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.1 Theoc. Id. 5.20 (English) >>Theoc. Id. 5.50

Powered by PhiloLogic