Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 5.1 | Theoc. Id. 5.25 (English) | >>Theoc. Id. 5.50 |
5.15τὰν βαίταν ἀπέδυσʼ ὁ Καλαιθίδος , ἢ κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν .
Κομάταςοὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας ,
αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν ,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας .
Λάκων5.20αἴ τοι πιστεύσαιμι , τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν .
ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν --ἔστι μὲν οὐδὲν
ἱερόν --ἀλλά γε τοι διαείσομαι , ἔστε κʼ ἀπείπῃς .
Κομάταςὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν . ἠνίδε κεῖται
ὥριφος · ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε .
Λάκων5.25καὶ πῶς ὦ κίναδος τὺ τάδʼ ἔσσεται ἐξ ἴσω ἁμίν ;
τίς τρίχας ἀντʼ ἐρίων ἐποκίξατο ; τίς δὲ παρεύσας
αἰγὸς πρατοτόκοιο κακὰν κύνα δήλετʼ ἀμέλγειν ;
Κομάταςὅστις νικασεῖν τὸν πλατίον ὡς τὺ πεποίθεις ,
σφὰξ βομβέων τέττιγος ἐναντίον . ἀλλὰ γὰρ οὔ τοι
5.30ὥριφος ἰσοπαλής , τυῖδʼ ὁ τράγος οὗτος . ἔρισδε .
Λάκωνμὴ σπεῦδʼ · οὐ γάρ τοι πυρὶ θάλπεαι . ἅδιον ᾀσῇ
τεῖδʼ ὑπὸ τὰν κότινον καὶ τἄλσεα ταῦτα καθίξας .
ψυχρὸν ὕδωρ τουτεῖ καταλείβεται · ὧδε πεφύκει
ποία χἁ στιβὰς ἅδε , καὶ ἀκρίδες ὧδε λαλεῦντι .
Κομάταςἀλλʼ οὔ τι σπεύδω · μέγα δʼ ἄχθομαι , εἰ τύ με τολμῇς
5.36ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν , ὅν ποκʼ ἐόντα
παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον . ἴδʼ ἁ χάρις ἐς τί ποθʼ ἕρπει .
θρέψαι καὶ λυκιδεῖς , θρέψαι κύνας , ὥς τυ φάγωντι .
Λάκωνκαὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν ἢ καὶ ἀκούσας
Κομάτας
Λάκων5.20
Κομάτας
Λάκων5.25
Κομάτας
5.30
Λάκων
Κομάτας
5.36
Λάκων
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 5.1 | Theoc. Id. 5.25 (English) | >>Theoc. Id. 5.50 |