Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.50 Theoc. Id. 5.5 (English) >>Theoc. Id. 5.36

Βουκολιασταὶ Κομάτας καὶ Λάκων Κομάτας5.1Αἶγες ἐμαί, τῆνον τὸν ποιμένα τόνδε Σιβύρτα
φεύγετε τὸν Λάκωνα· τό μευ νάκος ἐχθὲς ἔκλεψεν.
Λάκων οὐκ ἀπὸ τᾶς κράνας; σίττʼ ἀμνίδες. οὐκ ἐσορῆτε
τόν μευ τὰν σύριγγα πρόαν κλέψαντα Κομάταν;
Κομάτας
5.5τὰν ποίαν σύριγγα; τὺ γάρ ποκα δῶλε Σιβύρτα
ἐκτάσα σύριγγα; τί δʼ οὐκέτι σὺν Κορύδωνι
ἀρκεῖ τοι καλάμας αὐλὸν ποππύσδεν ἔχοντι;
Λάκων τάν μοι ἔδωκε Λύκων ὦλεύθερε. τὶν δὲ τὸ ποῖον
Λάκων ἀγκλέψας ποκʼ ἔβα νάκος; εἰπὲ Κομάτα·
5.10οὐδὲ γὰρ Εὐμάρᾳ τῷ δεσπότᾳ ἦς τι ἐνεύδειν.
Κομάτας τὸ Κροκύλος μοι ἔδωκε, τὸ ποικίλον, ἁνίκʼ ἔθυσε
ταῖς Νύμφαις τὰν αἶγα· τὺ δʼ κακὲ καὶ τόκʼ ἐτάκευ
βασκαίνων, καὶ νῦν με τὰ λοίσθια γυμνὸν ἔθηκας.
Λάκων οὐκ αὐτὸν τὸν Πᾶνα τὸν ἄκτιον, οὐ τέ γε Λάκων
5.15τὰν βαίταν ἀπέδυσʼ Καλαιθίδος, κατὰ τήνας
τᾶς πέτρας ὤνθρωπε μανεὶς ἐς Κρᾶθιν ἁλοίμαν.
Κομάτας οὐ μὰν οὐκ αὐτὰς τὰς λιμνάδας ὦγαθὲ Νύμφας,
αἵτέ μοι ἵλαοί τε καὶ εὐμενέες τελέθοιεν,
οὔ τευ τὰν σύριγγα λαθὼν ἔκλεψε Κομάτας.
Λάκων
5.20αἴ τοι πιστεύσαιμι, τὰ Δάφνιδος ἄλγεʼ ἀροίμαν.
ἀλλʼ ὦν αἴκα λῇς ἔριφον θέμεν--ἔστι μὲν οὐδὲν
ἱερόν--ἀλλά γε τοι διαείσομαι, ἔστε κʼ ἀπείπῃς.
Κομάτας ὗς ποτʼ Ἀθαναίαν ἔριν ἤρισεν. ἠνίδε κεῖται
ὥριφος· ἀλλά γε καὶ τὺ τὸν εὔβοτον ἀμνὸν ἔρισδε.
Λάκων


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 4.50 Theoc. Id. 5.5 (English) >>Theoc. Id. 5.36

Powered by PhiloLogic