Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.20 Theoc. Id. 5.50 (English) >>Theoc. Id. 5.74

5.36ὄμμασι τοῖς ὀρθοῖσι ποτιβλέπεν, ὅν ποκʼ ἐόντα
παῖδʼ ἔτʼ ἐγὼν ἐδίδασκον. ἴδʼ χάρις ἐς τί ποθʼ ἕρπει.
θρέψαι καὶ λυκιδεῖς, θρέψαι κύνας, ὥς τυ φάγωντι.
Λάκων καὶ πόκʼ ἐγὼ παρὰ τεῦς τι μαθὼν καλὸν καὶ ἀκούσας
5.40μέμναμʼ; φθονερὸν τὺ καὶ ἀπρεπὲς ἀνδρίον αὔτως.
……
ἀλλὰ γὰρ ἕρφʼ ὦδʼ, ἕρπε, καὶ ὕστατα βουκολιαξῇ.
Κομάτας
5.45οὐχ ἑρψῶ τηνεῖ· τουτεῖ δρύες, ὧδε κύπειρος,
ὧδε καλὸν βομβεῦντι ποτὶ σμήνεσσι μέλισσαι·
ἔνθʼ ὕδατος ψυχρῶ κρᾶναι δύο· ταὶ δʼ ἐπὶ δένδρει
ὄρνιχες λαλαγεῦντι· καὶ σκιὰ οὐδὲν ὁμοία
τᾷ παρὰ τίν· βάλλει δὲ καὶ πίτυς ὑψόθε κώνοις.
Λάκων
5.50 μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,
αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.
Κομάτας
5.55αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.
στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.
Λάκων
5.60αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε
τίς κρινεῖ; αἴθʼ ἔνθοι ποχʼ βουκόλος ὧδʼ Λυκώπας.
Κομάτας οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.20 Theoc. Id. 5.50 (English) >>Theoc. Id. 5.74

Powered by PhiloLogic