Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.36 Theoc. Id. 5.60 (English) >>Theoc. Id. 5.85

5.50 μὰν ἀρνακίδας τε καὶ εἴρια τεῖδε πατησεῖς,
αἴκʼ ἔνθῃς, ὕπνω μαλακώτερα· ταὶ δὲ τραγεῖαι
ταὶ παρὰ τὶν ὄσδοντι κακώτερον τύ περ ὄσδεις.
στασῶ δὲ κρατῆρα μέγαν λευκοῖο γάλακτος
ταῖς Νύμφαις, στασῶ δὲ καὶ ἁδέος ἄλλον ἐλαίω.
Κομάτας
5.55αἰ δέ κε καὶ τὺ μόλῃς, ἁπαλὰν πτέριν ὧδε πατησεῖς
καὶ γλάχωνʼ ἀνθεῦσαν· ὑπεσσεῖται δὲ χιμαιρᾶν
δέρματα τῶν παρὰ τὶν μαλακώτερα τετράκις ἀρνῶν.
στασῶ δʼ ὀκτὼ μὲν γαυλὼς τῷ Πανὶ γάλακτος,
ὀκτὼ δὲ σκαφίδας μέλιτος πλέα κηρίʼ ἐχοίσας.
Λάκων
5.60αὐτόθε μοι ποτέρισδε καὶ αὐτόθε βουκολιάσδευ·
τὰν σαυτῶ πατέων ἔχε τὰς δρύας. ἀλλὰ τίς ἄμμε
τίς κρινεῖ; αἴθʼ ἔνθοι ποχʼ βουκόλος ὧδʼ Λυκώπας.
Κομάτας οὐδὲν ἐγὼ τήνω ποτιδεύομαι· ἀλλὰ τὸν ἄνδρα,
αἰ λῇς, τὸν δρυτόμον βωστρήσομες, ὃς τὰς ἐρείκας
5.65τήνας τὰς παρὰ τὶν ξυλοχίζεται· ἔστι δὲ Μόρσων.
Λάκων βωστρέωμες.
Κομάτας τὺ κάλει νιν.
Λάκων ἴθʼ ξένε μικκὸν ἄκουσον
τεῖδʼ ἐνθών· ἄμμες γὰρ ἐρίσδομες, ὅστις ἀρείων
βουκολιαστάς ἐστι. τὺ δʼ φίλε μήτʼ ἐμὲ Μόρσων
ἐν χάριτι κρίνῃς, μήτʼ ὦν τύγα τοῦτον ὀνάσῃς.
Κομάτας
5.70ναὶ ποτὶ τᾶν Νυμφᾶν Μόρσων φίλε μήτε Κομάτᾳ
τὸ πλέον ἰθύνῃς, μήτʼ ὦν τύγα τῷδε χαρίξῃ.
ἅδέ τοι ποίμνα τῶ Θουρίω ἐστὶ Σιβύρτα,
Εὐμάρα δὲ τὰς αἶγας ὁρῇς φίλε τῶ Συβαρίτα.
Λάκων


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.36 Theoc. Id. 5.60 (English) >>Theoc. Id. 5.85

Powered by PhiloLogic