Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 5.60 | Theoc. Id. 5.85 (English) | >>Theoc. Id. 5.110 |
5.74μή τύ τις ἠρώτη πὸτ τῶ Διός , αἴτε Σιβύρτα
αἴτʼ ἐμόν ἐστι κάκιστε τὸ ποίμνιον ; ὡς λάλος ἐσσί .
Κομάταςβέντισθʼ οὗτος , ἐγὼ μὲν ἀλαθέα πάντʼ ἀγορεύω
κοὐδὲν καυχέομαι · τὺ δʼ ἄγαν φιλοκέρτομος ἐσσί .
Λάκωνεἶα λέγʼ εἴ τι λέγεις , καὶ τὸν ξένον ἐς πόλιν αὖθις
ζῶντʼ ἄφες · ὦ Παιάν , ἦ στωμύλος ἦσθα Κομάτα .
Κομάτας5.80ταὶ Μοῖσαί με φιλεῦντι πολὺ πλέον ἢ τὸν ἀοιδὸν
Δάφνιν · ἐγὼ δʼ αὐταῖς χιμάρως δύο πρᾶν ποκʼ ἔθυσα .
Λάκωνκαὶ γὰρ ἔμʼ ὡπόλλων φιλέει μέγα , καὶ καλὸν αὐτῷ
κριὸν ἐγὼ βόσκω . τὰ δὲ Κάρνεα καὶ δὴ ἐφέρπει .
Κομάταςπλὰν δύο τὰς λοιπὰς διδυματόκος αἶγας ἀμέλγω ,
5.85καί μʼ ἁ παῖς ποθορεῦσα τάλαν λέγει αὐτὸς ἀμέλγεις ;
Λάκωνφεῦ φεῦ Λάκων τοι ταλάρως σχεδὸν εἴκατι πληροῖ
τυρῶ καὶ τὸν ἄναβον ἐν ἄνθεσι παῖδα μολύνει .
Κομάταςβάλλει καὶ μάλοισι τὸν αἰπόλον ἁ Κλεαρίστα
τὰς αἶγας παρελᾶντα καὶ ἁδύ τι ποππυλιάσδει .
Λάκων5.90κἠμὲ γὰρ ὁ Κρατίδας τὸν ποιμένα λεῖος ὑπαντῶν
ἐκμαίνει · λιπαρὰ δὲ παρʼ αὐχένα σείετʼ ἔθειρα .
Κομάταςἀλλʼ οὐ σύμβλητʼ ἐστὶ κυνόσβατος οὐδʼ ἀνεμώνα
πρὸς ῥόδα , τῶν ἄνδηρα παρʼ αἱμασιαῖσι πεφύκει .
Λάκωνοὐδὲ γὰρ οὐδʼ ἀκύλοις ὀρομαλίδες · αἱ μὲν ἔχοντι
5.95λυπρὸν ἀπὸ πρίνοιο λεπύριον , αἱ δὲ μελιχραί .
Κομάταςκἠγὼ μὲν δωσῶ τᾷ παρθένῳ αὐτίκα φάσσαν
ἐκ τᾶς ἀρκεύθω καθελών · τηνεῖ γὰρ ἐφίσδει .
Λάκωνἀλλʼ ἐγὼ ἐς χλαῖναν μαλακὸν πόκον , ὁππόκα πέξω
τὰν οἶν τὰν πέλλαν , Κρατίδᾳ δωρήσομαι αὐτός .
Κομάτας
Κομάτας
Λάκων
Κομάτας5.80
Λάκων
Κομάτας
5.85
Λάκων
Κομάτας
Λάκων5.90
Κομάτας
Λάκων
5.95
Κομάτας
Λάκων
Κομάτας
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 5.60 | Theoc. Id. 5.85 (English) | >>Theoc. Id. 5.110 |