Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.139 Theoc. Id. 6.1 (English) >>Theoc. Id. 6.35

Βουκολιασταὶ Δάφνις καὶ Δαμοίτας 6.1 Δαμοίτας χὡ Δάφνις βουκόλος εἰς ἕνα χῶρον
τὰν ἀγέλαν ποκʼ Ἄρατε συνάγαγον· ἦς δʼ μὲν αὐτῶν
πυρρός, δʼ ἡμιγένειος· ἐπὶ κράναν δέ τινʼ ἄμφω
ἑζόμενοι θέρεος μέσῳ ἄματι τοιάδʼ ἄειδον.
6.5πρᾶτος δʼ ἄρξατο Δάφνις, ἐπεὶ καὶ πρᾶτος ἔρισδε.
Βάλλει τοι Πολύφαμε τὸ ποίμνιον Γαλάτεια
μάλοισιν, δυσέρωτα τὸν αἰπόλον ἄνδρα καλεῦσα·
καὶ τύ νιν οὐ ποθόρησθα τάλαν τάλαν, ἀλλὰ κάθησαι
ἁδέα συρίσδων. πάλιν ἅδʼ ἴδε τὰν κύνα βάλλει,
6.10 τοι τᾶν ὀίων ἕπεται σκοπός· δὲ βαΰσδει
εἰς ἅλα δερκομένα, τὰ δέ νιν καλὰ κύματα φαίνει
ἅσυχα καχλάζοντα ἐπʼ αἰγιαλοῖο θέοισαν.
φράζεο μὴ τᾶς παιδὸς ἐπὶ κνάμαισιν ὀρούσῃ
ἐξ ἁλὸς ἐρχομένας, κατὰ δὲ χρόα καλὸν ἀμύξῃ.
6.15 δὲ καὶ αὐτόθε τοι διαθρύπτεται, ὡς ἀπʼ ἀκάνθας
ταὶ καπυραὶ χαῖται, τὸ καλὸν θέρος ἁνίκα φρύγει·
καὶ φεύγει φιλέοντα καὶ οὐ φιλέοντα διώκει,
καὶ τὸν ἀπὸ γραμμᾶς κινεῖ λίθον· γὰρ ἔρωτι
πολλάκις Πολύφαμε τὰ μὴ καλὰ καλὰ πέφανται.
6.20Τῷ δʼ ἐπὶ Δαμοίτας ἀνεβάλλετο καὶ τάδʼ ἄειδεν.
Εἶδον ναὶ τὸν Πᾶνα, τὸ ποίμνιον ἁνίκʼ ἔβαλλε,
κοὔ μʼ ἔλαθʼ, οὔ, τὸν ἐμὸν ἕνα τὸν γλυκύν, ᾧπερ ὅρημι
ἐς τέλος· αὐτὰρ μάντις Τήλεμος ἔχθρʼ ἀγορεύων
ἐχθρὰ φέροι ποτὶ οἶκον, ὅπως τεκέεσσι φυλάσσοι.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 5.139 Theoc. Id. 6.1 (English) >>Theoc. Id. 6.35

Powered by PhiloLogic