Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 6.1 Theoc. Id. 6.35 (English) >>Theoc. Id. 7.1

6.25ἀλλὰ καὶ αὐτὸς ἐγὼ κνίζων πάλιν οὐ ποθόρημι,
ἀλλʼ ἄλλαν τινὰ φαμὶ γυναῖκʼ ἔχεν· δʼ ἀίοισα
ζαλοῖ μʼ Παιὰν καὶ τάκεται, ἐκ δὲ θαλάσσας
οἰστρεῖ παπταίνοισα ποτʼ ἄντρά τε καὶ ποτὶ ποίμνας.
σίξα δʼ ὑλακτεῖν νιν καὶ τᾷ κυνί· καὶ γὰρ ὅκʼ ἤρων
6.30αὐτᾶς, ἐκνυζεῖτο ποτʼ ἰσχία ῥύγχος ἔχοισα.
ταῦτα δʼ ἴσως ἐσορεῦσα ποεῦντά με πολλάκι πεμψεῖ
ἄγγελον. αὐτὰρ ἐγὼ κλᾳξῶ θύρας, ἔστε κʼ ὀμόσσῃ
αὐτά μοι στορεσεῖν καλὰ δέμνια τᾶσδʼ ἐπὶ νάσω.
καὶ γάρ θην οὐδʼ εἶδος ἔχω κακόν, ὥς με λέγοντι.
6.35 γὰρ πρᾶν ἐς πόντον ἐσέβλεπον, ἦς δὲ γαλάνα,
καὶ καλὰ μὲν τὰ γένεια, καλὰ δέ μευ μία κώρα,
ὡς παρʼ ἐμὶν κέκριται, κατεφαίνετο, τῶν δέ τʼ ὀδόντων
λευκοτέραν αὐγὰν Παρίας ὑπέφαινε λίθοιο.
ὡς μὴ βασκανθῶ δέ, τρὶς εἰς ἐμὸν ἔπτυσα κόλπον·
6.40ταῦτα γὰρ γραία με Κοτυταρὶς ἐξεδίδαξε.
πρᾶν ἀμάντεσσι παρʼ Ἱπποκίωνι ποταύλει.
Τόσσʼ εἰπὼν τὸν Δάφνιν Δαμοίτας ἐφίλησε,
χὡ μὲν τῷ σύριγγʼ, δὲ τῷ καλὸν αὐλὸν ἔδωκεν.
αὔλει Δαμοίτας, σύρισδε δὲ Δάφνις βούτας,
6.45ὠρχεῦντʼ ἐν μαλακᾷ ταὶ πόρτιες αὐτίκα ποίᾳ.
νίκη μὰν οὐδάλλος, ἀνήσσατοι δʼ ἐγένοντο.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 6.1 Theoc. Id. 6.35 (English) >>Theoc. Id. 7.1

Powered by PhiloLogic