Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 6 Theoc. Id. 7 (English) >>Theoc. Id. 8

Θαλύσια 7.1 ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
εἵρπομες ἐκ πόλιος, σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας·
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης, δύο τέκνα Λυκωπέος, εἴ τί περ ἐσθλὸν
7.5χᾳῶν τῶν ἐπάνωθεν, ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος, Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ· ταὶ δὲ παρʼ αὐτὰν
αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον,
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι.
7.10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες, οὐδὲ τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο, καὶ τὸν ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα,
οὔνομα μὲν Λυκίδαν, ἦς δʼ αἰπόλος, οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών, ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει.
7.15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ, ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν. καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
7.20ὄμματι μειδιόωντι, γέλως δέ οἱ εἴχετο χείλευς·
Σιμιχίδα, πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις,
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει,
οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι;
μετὰ δαῖτα κλητὸς ἐπείγεαι; τινος ἀστῶν
7.25λανὸν ἔπι θρώσκεις; ὥς τοι ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει.
τὸν δʼ ἐγὼ ἀμείφθην· Λυκίδα φίλε, φαντί τυ πάντες
συρικτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τʼ ἀμητήρεσσι. τὸ δὴ μάλα θυμὸν ἰαίνει
7.30ἁμέτερον· καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι. δʼ ὁδὸς ἅδε θαλυσιάς· γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι· μάλα γάρ σφισι πίονι μέτρῳ
δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν.
7.35ἀλλʼ ἄγε δή--ξυνὰ γὰρ ὁδός, ξυνὰ δὲ καὶ ἀώς--
βουκολιασδώμεσθα· τάχʼ ὥτερος ἄλλον ὀνασεῖ.
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα, κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον· ἐγὼ δέ τις οὐ ταχυπειθής,
οὐ Δᾶν· οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
7.40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων, βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω.
ὣς ἐφάμαν ἐπίταδες· δʼ αἰπόλος ἁδὺ γελάσσας,
τάν τοι ἔφα κορύναν δωρύττομαι, οὕνεκεν ἐσσὶ
πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος.
7.45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται, ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος,
καὶ Μοισᾶν ὄρνιχες, ὅσοι ποτὶ Χῖον ἀοιδὸν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι.
ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς,
7.50Σιμιχίδα· κἠγὼ μέν--ὅρη φίλος, εἴ τοι ἀρέσκει
τοῦθʼ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα.
Λυκίδας ἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν,
χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα, χὠρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ,
7.55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·
ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
7.60ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.
κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ῥοδόεντα
καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
7.65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν
κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
7.70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
εἷς δὲ Λυκωπίτας· δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις βούτας,
χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
7.75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον
Ἄθω Ῥοδόπαν Καύκασον ἐσχατόωντα.
ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,
7.80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι,
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ.
μακαριστὲ Κομάτα, τύ θην τάδε τερπνὰ πεπόνθεις,
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα, καὶ τὺ μελισσᾶν
7.85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας.
αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν,
ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων, τὺ δʼ ὑπὸ δρυσὶν ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα.
7.90Χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο· τὸν δὲ μετʼ αὖθις
κἠγὼ τοῖʼ ἐφάμαν· Λυκίδα φίλε, πολλὰ μὲν ἄλλα
Νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα
ἐσθλά, τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα·
ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον, τυ γεραίρειν
ἀρξεῦμʼ· ἀλλʼ ὑπάκουσον, ἐπεὶ φίλος ἔπλεο Μοίσαις.
Σιμιχίδας Σιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον· γὰρ δειλὸς
7.97τόσσον ἐρᾷ Μυρτοῦς, ὅσον εἴαρος αἶγες ἐρᾶντι.
ὥρατος δʼ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον. οἶδεν Ἄριστις,
ἐσθλὸς ἀνήρ, μέγʼ ἄριστος, ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
7.101Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι,
ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι.
τόν μοι Πάν, Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας,
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις,
7.105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος μαλθακὸς εἴτέ τις ἄλλος.
κἢν μὲν ταῦτʼ ἔρδῃς Πὰν φίλε, μή τί τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
7.110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
7.115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον δύσμορος οὐκ ἐλεεῖ μευ.
7.120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες
αἰαῖ φαντὶ Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε,
μηδὲ πόδας τρίβωμες· δʼ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,
εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,
7.126ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη,
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
Τόσσʼ ἐφάμαν· δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.
7.130χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἷρφʼ ὁδόν, αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω
στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι.
7.135πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε· τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε.
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον· δʼ ὀλολυγὼν
7.140τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις.
ἄειδον κόρυδοι καὶ ἀκανθίδες, ἔστενε τρυγών,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι.
πάντʼ ὦσδεν θέρεος μάλα πίονος, ὦσδε δʼ ὀπώρας.
ὄχναι μὲν πὰρ ποσσί, παρὰ πλευραῖσι δὲ μᾶλα
7.145δαψιλέως ἁμῖν ἐκυλίνδετο· τοὶ δʼ ἐκέχυντο
ὄρπακες βραβίλοισι καταβρίθοντες ἔραζε·
τετράενες δὲ πίθων ἀπελύετο κρατὸς ἄλειφαρ.
Νύμφαι Κασταλίδες Παρνάσιον αἶπος ἔχοισαι,
ἆρά γέ πᾳ τοιόνδε Φόλω κατὰ λάινον ἄντρον
7.150κρατῆρʼ Ἡρακλῆι γέρων ἐστήσατο Χείρων;
ἆρά γέ πᾳ τῆνον τὸν ποιμένα τὸν ποτʼ Ἀνάπῳ,
τὸν κρατερὸν Πολύφαμον, ὃς ὤρεσι νᾶας ἔβαλλε,
τοῖον νέκταρ ἔπεισε κατʼ αὐλία ποσσὶ χορεῦσαι,
οἷον δὴ τόκα πῶμα διεκρανάσατε Νύμφαι
7.155βωμῷ πὰρ Δάματρος ἀλῳάδος; ἇς ἐπὶ σωρῷ
αὖθις ἐγὼ πάξαιμι μέγα πτύον, δὲ γελάσσαι
δράγματα καὶ μάκωνας ἐν ἀμφοτέραισιν ἔχοισα.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 6 Theoc. Id. 7 (English) >>Theoc. Id. 8

Powered by PhiloLogic