Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.10 (English) | >>Theoc. Id. 7.40 |
7.1 ἦς χρόνος ἁνίκʼ ἐγώ τε καὶ Εὔκριτος ἐς τὸν Ἅλεντα
εἵρπομες ἐκ πόλιος , σὺν καὶ τρίτος ἁμὶν Ἀμύντας ·
τᾷ Δηοῖ γὰρ ἔτευχε θαλύσια καὶ Φρασίδαμος
κἀντιγένης , δύο τέκνα Λυκωπέος , εἴ τί περ ἐσθλὸν
7.5χᾳῶν τῶν ἐπάνωθεν , ἀπὸ Κλυτίας τε καὶ αὐτῶ
Χάλκωνος , Βούριναν ὃς ἐκ ποδὸς ἄνυσε κράναν
εὖ ἐνερεισάμενος πέτρᾳ γόνυ · ταὶ δὲ παρʼ αὐτὰν
αἴγειροι πτελέαι τε ἐύσκιον ἄλσος ὕφαινον ,
χλωροῖσιν πετάλοισι κατηρεφέες κομόωσαι .
7.10κοὔπω τὰν μεσάταν ὁδὸν ἄνυμες , οὐδὲ τὸ σᾶμα
ἁμὶν τὸ Βρασίλα κατεφαίνετο , καὶ τὸν ὁδίταν
ἐσθλὸν σὺν Μοίσαισι Κυδωνικὸν εὕρομες ἄνδρα ,
οὔνομα μὲν Λυκίδαν , ἦς δʼ αἰπόλος , οὐδέ κέ τίς νιν
ἠγνοίησεν ἰδών , ἐπεὶ αἰπόλῳ ἔξοχʼ ἐῴκει .
7.15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον ,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ , ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν . καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
7.20ὄμματι μειδιόωντι , γέλως δέ οἱ εἴχετο χείλευς ·
Σιμιχίδα , πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις ,
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει ,
οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι ;
ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι ; ἤ τινος ἀστῶν
7.25λανὸν ἔπι θρώσκεις ; ὥς τοι ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει .
τὸν δʼ ἐγὼ ἀμείφθην · Λυκίδα φίλε , φαντί τυ πάντες
συρικτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τʼ ἀμητήρεσσι . τὸ δὴ μάλα θυμὸν ἰαίνει
7.5
7.10
7.15
7.20
7.25
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.10 (English) | >>Theoc. Id. 7.40 |