Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.75 | Theoc. Id. 7.105 (English) | >>Theoc. Id. 7.126 |
7.90Χὡ μὲν τόσσʼ εἰπὼν ἀπεπαύσατο · τὸν δὲ μετʼ αὖθις
κἠγὼ τοῖʼ ἐφάμαν · Λυκίδα φίλε , πολλὰ μὲν ἄλλα
Νύμφαι κἠμὲ δίδαξαν ἀνʼ ὤρεα βουκολέοντα
ἐσθλά , τά που καὶ Ζηνὸς ἐπὶ θρόνον ἄγαγε φάμα ·
ἀλλὰ τόγʼ ἐκ πάντων μέγʼ ὑπείροχον , ᾧ τυ γεραίρειν
ἀρξεῦμʼ · ἀλλʼ ὑπάκουσον , ἐπεὶ φίλος ἔπλεο Μοίσαις .
ΣιμιχίδαςΣιμιχίδᾳ μὲν Ἔρωτες ἐπέπταρον · ἦ γὰρ ὁ δειλὸς
7.97τόσσον ἐρᾷ Μυρτοῦς , ὅσον εἴαρος αἶγες ἐρᾶντι .
ὥρατος δʼ ὁ τὰ πάντα φιλαίτατος ἀνέρι τήνῳ
παιδὸς ὑπὸ σπλάγχνοισιν ἔχει πόθον . οἶδεν Ἄριστις ,
ἐσθλὸς ἀνήρ , μέγʼ ἄριστος , ὃν οὐδέ κεν αὐτὸς ἀείδειν
7.101Φοῖβος σὺν φόρμιγγι παρὰ τριπόδεσσι μεγαίροι ,
ὡς ἐκ παιδὸς Ἄρατος ὑπʼ ὀστέον αἴθετʼ ἔρωτι .
τόν μοι Πάν , Ὁμόλας ἐρατὸν πέδον ὅστε λέλογχας ,
ἄκλητον κείνοιο φίλας ἐς χεῖρας ἐρείσαις ,
7.105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος ὁ μαλθακὸς εἴτέ τις ἄλλος .
κἢν μὲν ταῦτʼ ἔρδῃς ὦ Πὰν φίλε , μή τί τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
τανίκα μαστίσδοιεν , ὅτε κρέα τυτθὰ παρείη ·
εἰ δʼ ἄλλως νεύσαις , κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
7.110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις ,
εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω ,
ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων , ὅθεν οὐκέτι Νεῖλος ὁρατός .
Σιμιχίδας
7.97
7.101
7.105
7.110
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.75 | Theoc. Id. 7.105 (English) | >>Theoc. Id. 7.126 |