Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 7.90 Theoc. Id. 7.115 (English) >>Theoc. Id. 7.140

7.105εἴτʼ ἐστʼ ἆρα Φιλῖνος μαλθακὸς εἴτέ τις ἄλλος.
κἢν μὲν ταῦτʼ ἔρδῃς Πὰν φίλε, μή τί τυ παῖδες
Ἀρκαδικοὶ σκίλλαισιν ὑπὸ πλευράς τε καὶ ὤμους
τανίκα μαστίσδοιεν, ὅτε κρέα τυτθὰ παρείη·
εἰ δʼ ἄλλως νεύσαις, κατὰ μὲν χρόα πάντʼ ὀνύχεσσι
7.110δακνόμενος κνάσαιο καὶ ἐν κνίδαισι καθεύδοις,
εἴης δʼ Ἠδωνῶν μὲν ἐν ὤρεσι χείματι μέσσῳ
Ἕβρον πὰρ ποταμὸν τετραμμένος ἐγγύθεν ἄρκτω,
ἐν δὲ θέρει πυμάτοισι παρʼ Αἰθιόπεσσι νομεύοις
πέτρᾳ ὕπο Βλεμύων, ὅθεν οὐκέτι Νεῖλος ὁρατός.
7.115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκεῦντα, ξανθᾶς ἕδος αἰπὺ Διώνας,
μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον,
βάλλετʼ, ἐπεὶ τὸν ξεῖνον δύσμορος οὐκ ἐλεεῖ μευ.
7.120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος, αἱ δὲ γυναῖκες
αἰαῖ φαντὶ Φιλῖνε, τό τοι καλὸν ἄνθος ἀπορρεῖ.
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε,
μηδὲ πόδας τρίβωμες· δʼ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη,
εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας,
7.126ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη,
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι.
Τόσσʼ ἐφάμαν· δέ μοι τὸ λαγωβόλον, ἁδὺ γελάσσας
ὡς πάρος, ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 7.90 Theoc. Id. 7.115 (English) >>Theoc. Id. 7.140

Powered by PhiloLogic