Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.101 | Theoc. Id. 7.126 (English) | >>Theoc. Id. 7.155 |
7.115ὔμμες δʼ Ὑετίδος καὶ Βυβλίδος ἁδὺ λιπόντες
νᾶμα καὶ Οἰκεῦντα , ξανθᾶς ἕδος αἰπὺ Διώνας ,
ὦ μάλοισιν Ἔρωτες ἐρευθομένοισιν ὁμοῖοι ,
βάλλετέ μοι τόξοισι τὸν ἱμερόεντα Φιλῖνον ,
βάλλετʼ , ἐπεὶ τὸν ξεῖνον ὁ δύσμορος οὐκ ἐλεεῖ μευ .
7.120καὶ δὴ μὰν ἀπίοιο πεπαίτερος , αἱ δὲ γυναῖκες
αἰαῖ φαντὶ Φιλῖνε , τό τοι καλὸν ἄνθος ἀπορρεῖ .
μηκέτι τοι φρουρέωμες ἐπὶ προθύροισιν Ἄρατε ,
μηδὲ πόδας τρίβωμες · ὁ δʼ ὄρθριος ἄλλον ἀλέκτωρ
κοκκύζων νάρκαισιν ἀνιαραῖσι διδοίη ,
εἷς δʼ ἀπὸ τᾶσδε φέριστε Μόλων ἄγχοιτο παλαίστρας ,
7.126ἄμμιν δʼ ἁσυχία τε μέλοι γραία τε παρείη ,
ἅτις ἐπιφθύζοισα τὰ μὴ καλὰ νόσφιν ἐρύκοι .
Τόσσʼ ἐφάμαν · ὁ δέ μοι τὸ λαγωβόλον , ἁδὺ γελάσσας
ὡς πάρος , ἐκ Μοισᾶν ξεινήιον ὤπασεν εἶμεν .
7.130χὡ μὲν ἀποκλίνας ἐπʼ ἀριστερὰ τὰν ἐπὶ Πύξας
εἷρφʼ ὁδόν , αὐτὰρ ἐγώ τε καὶ Εὔκριτος ἐς Φρασιδάμω
στραφθέντες χὡ καλὸς Ἀμύντιχος ἔν τε βαθείαις
ἁδείας σχοίνοιο χαμευνίσιν ἐκλίνθημες
ἔν τε νεοτμάτοισι γεγαθότες οἰναρέοισι .
7.135πολλαὶ δʼ ἁμὶν ὕπερθε κατὰ κρατὸς δονέοντο
αἴγειροι πτελέαι τε · τὸ δʼ ἐγγύθεν ἱερὸν ὕδωρ
Νυμφᾶν ἐξ ἄντροιο κατειβόμενον κελάρυζε .
τοὶ δὲ ποτὶ σκιαραῖς ὀροδαμνίσιν αἰθαλίωνες
τέττιγες λαλαγεῦντες ἔχον πόνον · ἁ δʼ ὀλολυγὼν
7.140τηλόθεν ἐν πυκιναῖσι βάτων τρύζεσκεν ἀκάνθαις .
ἄειδον κόρυδοι καὶ ἀκανθίδες , ἔστενε τρυγών ,
πωτῶντο ξουθαὶ περὶ πίδακας ἀμφὶ μέλισσαι .
πάντʼ ὦσδεν θέρεος μάλα πίονος , ὦσδε δʼ ὀπώρας .
ὄχναι μὲν πὰρ ποσσί , παρὰ πλευραῖσι δὲ μᾶλα
7.120
7.126
7.130
7.135
7.140
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.101 | Theoc. Id. 7.126 (English) | >>Theoc. Id. 7.155 |