Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.25 (English) | >>Theoc. Id. 7.55 |
7.15ἐκ μὲν γὰρ λασίοιο δασύτριχος εἶχε τράγοιο
κνακὸν δέρμʼ ὤμοισι νέας ταμίσοιο ποτόσδον ,
ἀμφὶ δέ οἱ στήθεσσι γέρων ἐσφίγγετο πέπλος
ζωστῆρι πλακερῷ , ῥοικὰν δʼ ἔχεν ἀγριελαίω
δεξιτερᾷ κορύναν . καί μʼ ἀτρέμας εἶπε σεσαρὼς
7.20ὄμματι μειδιόωντι , γέλως δέ οἱ εἴχετο χείλευς ·
Σιμιχίδα , πᾷ δὴ τὸ μεσαμέριον πόδας ἕλκεις ,
ἁνίκα δὴ καὶ σαῦρος ἐν αἱμασιαῖσι καθεύδει ,
οὐδʼ ἐπιτυμβίδιαι κορυδαλλίδες ἠλαίνοντι ;
ἦ μετὰ δαῖτα κλητὸς ἐπείγεαι ; ἤ τινος ἀστῶν
7.25λανὸν ἔπι θρώσκεις ; ὥς τοι ποσὶ νισσομένοιο
πᾶσα λίθος πταίοισα ποτʼ ἀρβυλίδεσσιν ἀείδει .
τὸν δʼ ἐγὼ ἀμείφθην · Λυκίδα φίλε , φαντί τυ πάντες
συρικτὰν ἔμεναι μέγʼ ὑπείροχον ἔν τε νομεῦσιν
ἔν τʼ ἀμητήρεσσι . τὸ δὴ μάλα θυμὸν ἰαίνει
7.30ἁμέτερον · καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι . ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς · ἦ γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι · μάλα γάρ σφισι πίονι μέτρῳ
ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν .
7.35ἀλλʼ ἄγε δή --ξυνὰ γὰρ ὁδός , ξυνὰ δὲ καὶ ἀώς --
βουκολιασδώμεσθα · τάχʼ ὥτερος ἄλλον ὀνασεῖ .
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα , κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον · ἐγὼ δέ τις οὐ ταχυπειθής ,
οὐ Δᾶν · οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
7.40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων , βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω .
ὣς ἐφάμαν ἐπίταδες · ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας ,
τάν τοι ἔφα κορύναν δωρύττομαι , οὕνεκεν ἐσσὶ
πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος .
7.20
7.25
7.30
7.35
7.40
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.25 (English) | >>Theoc. Id. 7.55 |