Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.40 (English) | >>Theoc. Id. 7.65 |
7.30ἁμέτερον · καί τοι κατʼ ἐμὸν νόον ἰσοφαρίζειν
ἔλπομαι . ἁ δʼ ὁδὸς ἅδε θαλυσιάς · ἦ γὰρ ἑταῖροι
ἀνέρες εὐπέπλῳ Δαμάτερι δαῖτα τελεῦντι
ὄλβω ἀπαρχόμενοι · μάλα γάρ σφισι πίονι μέτρῳ
ἁ δαίμων εὔκριθον ἀνεπλήρωσεν ἀλωάν .
7.35ἀλλʼ ἄγε δή --ξυνὰ γὰρ ὁδός , ξυνὰ δὲ καὶ ἀώς --
βουκολιασδώμεσθα · τάχʼ ὥτερος ἄλλον ὀνασεῖ .
καὶ γὰρ ἐγὼ Μοισᾶν καπυρὸν στόμα , κἠμὲ λέγοντι
πάντες ἀοιδὸν ἄριστον · ἐγὼ δέ τις οὐ ταχυπειθής ,
οὐ Δᾶν · οὐ γάρ πω κατʼ ἐμὸν νόον οὔτε τὸν ἐσθλὸν
7.40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων , βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω .
ὣς ἐφάμαν ἐπίταδες · ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας ,
τάν τοι ἔφα κορύναν δωρύττομαι , οὕνεκεν ἐσσὶ
πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος .
7.45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται , ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος ,
καὶ Μοισᾶν ὄρνιχες , ὅσοι ποτὶ Χῖον ἀοιδὸν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι .
ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς ,
7.50Σιμιχίδα · κἠγὼ μέν --ὅρη φίλος , εἴ τοι ἀρέσκει
τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα .
Λυκίδαςἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν ,
χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα , χὠρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ ,
7.35
7.40
7.45
7.50
Λυκίδας
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.1 | Theoc. Id. 7.40 (English) | >>Theoc. Id. 7.65 |