Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.20 | Theoc. Id. 7.50 (English) | >>Theoc. Id. 7.80 |
7.40Σικελίδαν νίκημι τὸν ἐκ Σάμω οὔτε Φιλητᾶν
ἀείδων , βάτραχος δὲ ποτʼ ἀκρίδας ὥς τις ἐρίσδω .
ὣς ἐφάμαν ἐπίταδες · ὁ δʼ αἰπόλος ἁδὺ γελάσσας ,
τάν τοι ἔφα κορύναν δωρύττομαι , οὕνεκεν ἐσσὶ
πᾶν ἐπʼ ἀλαθείᾳ πεπλασμένον ἐκ Διὸς ἔρνος .
7.45ὥς μοι καὶ τέκτων μέγʼ ἀπέχθεται , ὅστις ἐρευνῇ
ἶσον ὄρευς κορυφᾷ τελέσαι δόμον εὐρυμέδοντος ,
καὶ Μοισᾶν ὄρνιχες , ὅσοι ποτὶ Χῖον ἀοιδὸν
ἀντία κοκκύζοντες ἐτώσια μοχθίζοντι .
ἀλλʼ ἄγε βουκολικᾶς ταχέως ἀρχώμεθʼ ἀοιδᾶς ,
7.50Σιμιχίδα · κἠγὼ μέν --ὅρη φίλος , εἴ τοι ἀρέσκει
τοῦθʼ ὅ τι πρᾶν ἐν ὄρει τὸ μελύδριον ἐξεπόνασα .
Λυκίδαςἔσσεται Ἀγεάνακτι καλὸς πλόος ἐς Μυτιλήναν ,
χὥταν ἐφʼ ἑσπερίοις ἐρίφοις νότος ὑγρὰ διώκῃ
κύματα , χὠρίων ὅτʼ ἐπʼ ὠκεανῷ πόδας ἴσχῃ ,
7.55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται · θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει .
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τʼ εὖρον , ὃς ἔσχατα φυκία κινεῖ ·
ἁλκυόνες , γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
7.60ὀρνίχων ἐφίλαθεν , ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα .
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο , καὶ εὔπλοος ὅρμον ἵκοιτο .
κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ἢ ῥοδόεντα
ἢ καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
7.65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος , κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ .
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν
κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ .
καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
7.45
7.50
Λυκίδας
7.55
7.60
7.65
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.20 | Theoc. Id. 7.50 (English) | >>Theoc. Id. 7.80 |