Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 7.40 Theoc. Id. 7.65 (English) >>Theoc. Id. 7.90

7.55αἴκεν τὸν Λυκίδαν ὀπτεύμενον ἐξ Ἀφροδίτας
ῥύσηται· θερμὸς γὰρ ἔρως αὐτῶ με καταίθει.
χἁλκυόνες στορεσεῦντι τὰ κύματα τάν τε θάλασσαν
τόν τε νότον τόν τʼ εὖρον, ὃς ἔσχατα φυκία κινεῖ·
ἁλκυόνες, γλαυκαῖς Νηρηίσι ταί τε μάλιστα
7.60ὀρνίχων ἐφίλαθεν, ὅσαις τέ περ ἐξ ἁλὸς ἄγρα.
Ἀγεάνακτι πλόον διζημένῳ ἐς Μυτιλήναν
ὥρια πάντα γένοιτο, καὶ εὔπλοος ὅρμον ἵκοιτο.
κἠγὼ τῆνο κατʼ ἆμαρ ἀνήτινον ῥοδόεντα
καὶ λευκοΐων στέφανον περὶ κρατὶ φυλάσσων
7.65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος, κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ.
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν
κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ.
καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
7.70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων.
αὐλησεῦντι δέ μοι δύο ποιμένες, εἷς μὲν Ἀχαρνεύς,
εἷς δὲ Λυκωπίτας· δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ,
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις βούτας,
χὡς ὄρος ἀμφʼ ἐπονεῖτο, καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν,
7.75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον
Ἄθω Ῥοδόπαν Καύκασον ἐσχατόωντα.
ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 7.40 Theoc. Id. 7.65 (English) >>Theoc. Id. 7.90

Powered by PhiloLogic