Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.50 | Theoc. Id. 7.75 (English) | >>Theoc. Id. 7.101 |
7.65τὸν Πτελεατικὸν οἶνον ἀπὸ κρατῆρος ἀφυξῶ
πὰρ πυρὶ κεκλιμένος , κύαμον δέ τις ἐν πυρὶ φρυξεῖ .
χἁ στιβὰς ἐσσεῖται πεπυκασμένα ἕστʼ ἐπὶ πᾶχυν
κνύζᾳ τʼ ἀσφοδέλῳ τε πολυγνάμπτῳ τε σελίνῳ .
καὶ πίομαι μαλακῶς μεμνημένος Ἀγεάνακτος
7.70αὐταῖσιν κυλίκεσσι καὶ ἐς τρύγα χεῖλος ἐρείδων .
αὐλησεῦντι δέ μοι δύο ποιμένες , εἷς μὲν Ἀχαρνεύς ,
εἷς δὲ Λυκωπίτας · ὁ δὲ Τίτυρος ἐγγύθεν ᾀσεῖ ,
ὥς ποκα τᾶς Ξενέας ἠράσσατο Δάφνις ὁ βούτας ,
χὡς ὄρος ἀμφʼ ἐπονεῖτο , καὶ ὡς δρύες αὐτὸν ἐθρήνευν ,
7.75Ἱμέρα αἵτε φύοντι παρʼ ὄχθῃσιν ποταμοῖο ,
εὖτε χιὼν ὥς τις κατετάκετο μακρὸν ὑφʼ Αἷμον
ἢ Ἄθω ἢ Ῥοδόπαν ἢ Καύκασον ἐσχατόωντα .
ᾀσεῖ δʼ ὥς ποκʼ ἔδεκτο τὸν αἰπόλον εὐρέα λάρναξ
ζωὸν ἐόντα κακαῖσιν ἀτασθαλίαισιν ἄνακτος ,
7.80ὥς τέ νιν αἱ σιμαὶ λειμωνόθε φέρβον ἰοῖσαι
κέδρον ἐς ἁδεῖαν μαλακοῖς ἄνθεσσι μέλισσαι ,
οὕνεκά οἱ γλυκὺ Μοῖσα κατὰ στόματος χέε νέκταρ .
ὦ μακαριστὲ Κομάτα , τύ θην τάδε τερπνὰ πεπόνθεις ,
καὶ τὺ κατεκλᾴσθης ἐς λάρνακα , καὶ τὺ μελισσᾶν
7.85κηρία φερβόμενος ἔτος ὥριον ἐξεπόνασας .
αἴθʼ ἐπʼ ἐμεῦ ζωοῖς ἐναρίθμιος ὤφελες εἶμεν ,
ὥς τοι ἐγὼν ἐνόμευον ἀνʼ ὤρεα τὰς καλὰς αἶγας
φωνᾶς εἰσαΐων , τὺ δʼ ὑπὸ δρυσὶν ἢ ὑπὸ πεύκαις
ἁδὺ μελισδόμενος κατεκέκλισο θεῖε Κομάτα .
7.70
7.75
7.80
7.85
Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.]. | ||
<<Theoc. Id. 7.50 | Theoc. Id. 7.75 (English) | >>Theoc. Id. 7.101 |