Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.1 Theoc. Id. 8.25 (English) >>Theoc. Id. 8.50

8.15οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς πατήρ μευ
χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντʼ ἀριθμεῦντι.
Δάφνις ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ νικῶν;
Μενάλκας σύριγγʼ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,
8.20ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.
Δάφνις μάν τοι κἠγὼ σύριγγʼ ἔχω ἐννεάφωνον.
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξʼ· ἔτι καὶ τὸν δάκτυλον ἀλγέω
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.
Μενάλκας
8.25ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;
Δάφνις τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες;
ποτὶ ταῖς ἐρίφοις κύων φάλαρος ὑλακτεῖ.
Χοἱ μὲν παῖδες ἄυσαν, δʼ αἰπόλος ἦνθʼ ἐπακοῦσαι.
χοἱ μὲν παῖδες ἄειδον, δʼ αἰπόλος ἤθελε κρίνειν.
8.30πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.
Μενάλκας ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχʼ συρικτὰς προσφιλὲς ᾆσε μέλος,
8.35βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.1 Theoc. Id. 8.25 (English) >>Theoc. Id. 8.50

Powered by PhiloLogic