Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.15 Theoc. Id. 8.40 (English) >>Theoc. Id. 8.65

8.30πρᾶτος δʼ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δʼ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν
βουκολικάν· οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.
Μενάλκας ἄγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχʼ συρικτὰς προσφιλὲς ᾆσε μέλος,
8.35βόσκοιτʼ ἐκ ψυχᾶς τὰς ἀμνάδας· ἢν δέ ποκʼ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.
Δάφνις κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε· κἤν τι Μενάλκας
8.40τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.
Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
ἔνθʼ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ,
χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.
Δάφνις
8.45παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,
ἐνθʼ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
χὡ τὰς βῶς βόσκων χαἱ βόες αὐότεραι.
Μενάλκας τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, βάθος ὕλας
8.50μυρίον, ( σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·)
ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ κόλε καὶ λέγε· Μίλων,
Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
Δάφνις μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.15 Theoc. Id. 8.40 (English) >>Theoc. Id. 8.65

Powered by PhiloLogic