Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.25 Theoc. Id. 8.50 (English) >>Theoc. Id. 8.75

8.40τεῖδʼ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.
Μενάλκας ἔνθʼ ὄις, ἔνθʼ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
ἔνθʼ καλὸς Μίλων βαίνει ποσίν· αἰ δʼ ἂν ἀφέρπῃ,
χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.
Δάφνις
8.45παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,
ἐνθʼ καλὰ παῖς ἐπινίσσεται· αἰ δʼ ἂν ἀφέρπῃ,
χὡ τὰς βῶς βόσκων χαἱ βόες αὐότεραι.
Μενάλκας τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, βάθος ὕλας
8.50μυρίον, ( σιμαὶ δεῦτʼ ἐφʼ ὕδωρ ἔριφοι·)
ἐν τήνῳ γὰρ τῆνος· ἴθʼ κόλε καὶ λέγε· Μίλων,
Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.
Δάφνις μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων·
8.55ἀλλʼ ὑπὸ τᾷ πέτρᾳ τᾷδʼ ᾄσομαι, ἀγκὰς ἔχων τυ,
σύννομα μᾶλʼ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.
Δάφνις δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δʼ αὐχμός,
ὄρνισιν δʼ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. πάτερ Ζεῦ,
8.60οὐ μόνος ἠράσθην· καὶ τὺ γυναικοφίλας.
Ταῦτα μὲν ὦν διʼ ἀμοιβαίων οἱ παῖδες ἄεισαν·
τὰν πυμάταν δʼ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
Φείδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
μηδʼ ἀδίκει μʼ, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.25 Theoc. Id. 8.50 (English) >>Theoc. Id. 8.75

Powered by PhiloLogic