Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.55 Theoc. Id. 8.85 (English) >>Theoc. Id. 9.1

8.75ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
ἁδεῖʼ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα·
ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς·
ἁδὺ δὲ τῶ θέρεος παρʼ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
8.80τᾷ βοῒ δʼ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.
ὣς οἱ παῖδες ἄεισαν, δʼ αἰπόλος ὧδʼ ἀγόρευεν·
ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος Δάφνι φωνά.
κρέσσον μελπομένω τευ ἀκουέμεν μέλι λείχειν.
λάζεο τὰς σύριγγας· ἐνίκασας γὰρ ἀείδων.
8.85αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμʼ αἰπολέοντα διδάξαι,
τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.
ὡς μὲν παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
8.90ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσʼ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.55 Theoc. Id. 8.85 (English) >>Theoc. Id. 9.1

Powered by PhiloLogic