Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.85 Theoc. Id. 9.1 (English) >>Theoc. Id. 9.35

Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας 9.1 Βουκολιάζεο Δάφνι, τὺ δʼ ᾠδᾶς ἄρχεο πρᾶτος,
ᾠδᾶς ἄρχεο Δάφνι, συναψάσθω δὲ Μενάλκας,
μόσχως βουσὶν ὑφέντες, ὑπὸ στείραισι δὲ ταύρως.
χοἱ μὲν ἁμᾷ βόσκοιντο καὶ ἐν φύλλοισι πλανῷντο
9.5μηδὲν ἀτιμαγελεῦντες· ἐμὶν δὲ τὺ βουκολιάζευ
ἐκ τόθεν, ἄλλωθεν δὲ ποτικρίνοιτο Μενάλκας.
Δάφνις ἁδὺ μὲν μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βοῦς,
ἁδὺ δὲ χἁ σῦριγξ χὡ βουκόλος, ἁδὺ δὲ κἠγών.
ἔστι δέ μοι παρʼ ὕδωρ ψυχρὸν στιβάς, ἐν δὲ νένασται
9.10λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τὸ πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
Οὕτω Δάφνις ἄεισεν ἐμίν, οὕτω δὲ Μενάλκας.
Μενάλκας
9.15Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι
9.20φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν
χείματος νωδὸς καρύων ἀμύλοιο παρόντος.
Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,
αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων,


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 8.85 Theoc. Id. 9.1 (English) >>Theoc. Id. 9.35

Powered by PhiloLogic