Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 9.1 Theoc. Id. 9.20 (English) >>Theoc. Id. 9.35

9.10λευκᾶν ἐκ δαμαλᾶν καλὰ δέρματα, τάς μοι ἁπάσας
λὶψ κόμαρον τρωγοίσας ἀπὸ σκοπιᾶς ἐτίναξε.
τῶ δὲ θέρευς φρύγοντος ἐγὼ τόσσον μελεδαίνω,
ὅσσον ἐρῶν τὸ πατρὸς μύθων καὶ ματρὸς ἀκούειν.
Οὕτω Δάφνις ἄεισεν ἐμίν, οὕτω δὲ Μενάλκας.
Μενάλκας
9.15Αἴτνα μᾶτερ ἐμά, κἠγὼ καλὸν ἄντρον ἐνοικέω
κοίλαις ἐν πέτραισιν· ἔχω δέ τοι ὅσσʼ ἐν ὀνείρῳ
φαίνονται, πολλὰς μὲν ὄις, πολλὰς δὲ χιμαίρας,
ὧν μοι πρὸς κεφαλᾷ καὶ πρὸς ποσὶ κώεα κεῖται.
ἐν πυρὶ δὲ δρυίνῳ χόρια ζεῖ, ἐν πυρὶ δʼ αὖαι
9.20φαγοὶ χειμαίνοντος· ἔχω δέ τοι οὐδʼ ὅσον ὤραν
χείματος νωδὸς καρύων ἀμύλοιο παρόντος.
Τοῖς μὲν ἐπεπλατάγησα καὶ αὐτίκα δῶρον ἔδωκα,
Δάφνιδι μὲν κορύναν, τάν μοι πατρὸς ἔτρεφεν ἀγρός,
αὐτοφυῆ, τὰν οὐδʼ ἂν ἴσως μωμάσατο τέκτων,
9.25τήνῳ δὲ στρόμβω καλὸν ὄστρακον, κρέας αὐτὸς
σιτήθην πέτραισιν ἐν Ἰκαρίαισι δοκεύσας,
πέντε ταμὼν πέντʼ οὖσιν· δʼ ἐγκαναχήσατο κόχλῳ.
Βουκολικαὶ Μοῖσαι μάλα χαίρετε, φαίνετε δʼ ᾠδάς,
τάς ποκʼ ἐγὼ τήνοισι παρὼν ἄεισα νομεῦσι,
9.30μηκέτʼ ἐπὶ γλώσσας ἄκρας ὀλοφυγγόνα φύσω.
τέττιξ μὲν τέττιγι φίλος, μύρμακι δὲ μύρμαξ,
ἴρηκες δʼ ἴρηξιν, ἐμὶν δέ τε μοῖσα καὶ ᾠδά.
τᾶς μοι πᾶς εἴη πλεῖος δόμος. οὔτε γὰρ ὕπνος
οὔτʼ ἔαρ ἐξαπίνας γλυκερώτερον, οὔτε μελίσσαις


Theocritus, Idylls (XML Header) [genre: poetry] [word count] [lemma count] [Theoc. Id.].
<<Theoc. Id. 9.1 Theoc. Id. 9.20 (English) >>Theoc. Id. 9.35

Powered by PhiloLogic