Xenophon, Hellenica (XML Header) [genre: prose] [word count] [lemma count] [Xen. Hell.].
<<Xen. Hell. 1.3.14 Xen. Hell. 1.3.20 (English) >>Xen. Hell. 1.4.5

1.3.18ἐπεὶ δʼ ἐξέπλευσεν Κλέαρχος, οἱ προδιδόντες τὴν πόλιν τῶν Βυζαντίων, Κύδων καὶ Ἀρίστων καὶ Ἀναξικράτης καὶ Λυκοῦργος καὶ Ἀναξίλαος (ὃς ἐπαγόμενος θανάτου ὕστερον 1.3.19 ἐν Λακεδαίμονι διὰ τὴν προδοσίαν ἀπέφυγεν, ἀπολογούμενος ὅτι οὐ προδιδοίη τὴν πόλιν, ἀλλὰ σώσαι, παῖδας ὁρῶν καὶ γυναῖκας λιμῷ ἀπολλυμένους, Βυζάντιος ὢν καὶ οὐ Λακεδαιμόνιος· τὸν γὰρ ἐνόντα σῖτον Κλέαρχον τοῖς Λακεδαιμονίων στρατιώταις διδόναι· διὰ ταῦτʼ οὖν τοὺς πολεμίους ἔφη εἰσέσθαι, οὐκ ἀργυρίου ἕνεκα οὐδὲ διὰ τὸ μισεῖν Λακεδαιμονίους1.3.20ἐπεὶ δὲ αὐτοῖς παρεσκεύαστο, νυκτὸς ἀνοίξαντες τὰς πύλας τὰς ἐπὶ τὸ Θρᾴκιον καλουμένας εἰσήγαγον τὸ στράτευμα καὶ τὸν Ἀλκιβιάδην. 1.3.21 δὲ Ἕλιξος καὶ Κοιρατάδας οὐδὲν τούτων εἰδότες ἐβοήθουν μετὰ πάντων εἰς τὴν ἀγοράν· ἐπεὶ δὲ πάντῃ οἱ πολέμιοι κατεῖχον, οὐδὲν ἔχοντες τι ποιήσαιεν, παρέδοσαν σφᾶς αὐτούς. 1.3.22καὶ οὗτοι μὲν ἀπεπέμφθησαν εἰς Ἀθήνας, καὶ Κοιρατάδας ἐν τῷ ὄχλῳ ἀποβαινόντων ἐν Πειραιεῖ ἔλαθεν ἀποδρὰς καὶ ἀπεσώθη εἰς Δεκέλειαν.

ch. 4 1.4.1Φαρνάβαζος δὲ καὶ οἱ πρέσβεις τῆς Φρυγίας ἐν Γορδείῳ ὄντες τὸν χειμῶνα τὰ περὶ τὸ Βυζάντιον πεπραγμένα ἤκουσαν. 1.4.2ἀρχομένου δὲ τοῦ ἔαρος πορευομένοις αὐτοῖς παρὰ βασιλέα ἀπήντησαν καταβαίνοντες οἵ τε Λακεδαιμονίων πρέσβεις Βοιώτιος ὄνομα καὶ οἱ μετʼ αὐτοῦ καὶ οἱ ἄλλοι ἄγγελοι, καὶ ἔλεγον ὅτι Λακεδαιμόνιοι ὧν δέονται πάντων πεπραγότες εἶεν παρὰ βασιλέως,



Xenophon, Hellenica (XML Header) [genre: prose] [word count] [lemma count] [Xen. Hell.].
<<Xen. Hell. 1.3.14 Xen. Hell. 1.3.20 (English) >>Xen. Hell. 1.4.5

Powered by PhiloLogic