Euripides, Iphigenia in Aulis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Eur. IA].
<<Eur. IA 855 Eur. IA 900 (English) >>Eur. IA 917

Κλυταιμήστρα 900οὐκ ἐπαιδεσθήσομαί γε προσπεσεῖν τὸ σὸν γόνυ,
θνητὸς ἐκ θεᾶς γεγῶτα· τί γὰρ ἐγὼ σεμνύνομαι;
τίνος σπουδαστέον μοι μᾶλλον τέκνου πέρι;
ἀλλʼ ἄμυνον, θεᾶς παῖ, τῇ τʼ ἐμῇ δυσπραξίᾳ
τῇ τε λεχθείσῃ δάμαρτι σῇμάτην μέν, ἀλλʼ ὅμως.
905σοὶ καταστέψασʼ ἐγώ νιν ἦγον ὡς γαμουμένην,
νῦν δʼ ἐπὶ σφαγὰς κομίζω· σοὶ δʼ ὄνειδος ἵξεται,
ὅστις οὐκ ἤμυνας· εἰ γὰρ μὴ γάμοισιν ἐζύγης,
ἀλλʼ ἐκλήθης γοῦν ταλαίνης παρθένου φίλος πόσις.
πρὸς γενειάδος <σε>, πρός σε δεξιᾶς, πρὸς μητέρος
910ὄνομα γὰρ τὸ σόν μʼ ἀπώλεσʼ, σʼ ἀμυναθεῖν χρεών
οὐκ ἔχω βωμὸν καταφυγεῖν ἄλλον τὸ σὸν γόνυ·
οὐδὲ φίλος οὐδεὶς γελᾷ μοι· τὰ δʼ Ἀγαμέμνονος κλύεις,
ὠμὰ καὶ πάντολμʼ· ἀφῖγμαι δʼ, ὥσπερ εἰσορᾷς, γυνὴ
ναυτικὸν στράτευμʼ ἄναρχον κἀπὶ τοῖς κακοῖς θρασύ . . .
915χρήσιμον δʼ, ὅταν θέλωσιν. ἢν δὲ τολμήσῃς σύ μου
χεῖρʼ ὑπερτεῖναι, σεσῴσμεθʼ· εἰ δὲ μή, οὐ σεσῴσμεθα.


Euripides, Iphigenia in Aulis (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Eur. IA].
<<Eur. IA 855 Eur. IA 900 (English) >>Eur. IA 917

Powered by PhiloLogic