Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 12 Lys. 13 (English) >>Lys. 14

Κατὰ Ἀγοράτου ἐνδείξεως

13.1προσήκει μέν, ἄνδρες δικασταί, πᾶσιν ὑμῖν τιμωρεῖν ὑπὲρ τῶν ἀνδρῶν οἳ ἀπέθανον εὖνοι ὄντες τῷ πλήθει τῷ ὑμετέρῳ, προσήκει δὲ κἀμοὶ οὐχ ἥκιστα· κηδεστὴς γάρ μοι ἦν Διονυσόδωρος καὶ ἀνεψιός. τυγχάνει οὖν ἐμοὶ αὐτὴ ἔχθρα πρὸς Ἀγόρατον τουτονὶ καὶ τῷ πλήθει τῷ ὑμετέρῳ ὑπάρχουσα· ἔπραξε γὰρ οὗτος τοιαῦτα, διʼ ὑπʼ ἐμοῦ νυνὶ εἰκότως μισεῖται, ὑπό τε ὑμῶν, ἐὰν θεὸς θέλῃ, δικαίως τιμωρηθήσεται. 13.2Διονυσόδωρον γὰρ τὸν κηδεστὴν τὸν ἐμὸν καὶ ἑτέρους πολλούς, ὧν δὴ τὰ ὀνόματα ἀκούσεσθε, ἄνδρας ὄντας ἀγαθοὺς περὶ τὸ πλῆθος τὸ ὑμέτερον, ἐπὶ τῶν τριάκοντα ἀπέκτεινε, μηνυτὴς κατʼ ἐκείνων γενόμενος. ποιήσας δὲ ταῦτα ἐμὲ μὲν ἰδίᾳ καὶ ἕκαστον τῶν προσηκόντων μεγάλα ἐζημίωσε, τὴν δὲ πόλιν κοινῇ πᾶσαν τοιούτων ἀνδρῶν ἀποστερήσας οὐ μικρά, 13.3ὡς ἐγὼ νομίζω, ἔβλαψεν. ἐγὼ οὖν, <> note ἄνδρες δικασταί, δίκαιον καὶ ὅσιον ἡγοῦμαι εἶναι καὶ ἐμοὶ καὶ ὑμῖν ἅπασι τιμωρεῖσθαι καθʼ ὅσον ἕκαστος δύναται· καὶ ποιοῦσι ταῦτα νομίζω ἡμῖν καὶ παρὰ θεῶν καὶ παρʼ ἀνθρώπων ἄμεινον ἂν γίγνεσθαι. δεῖ δʼ ὑμᾶς, ἄνδρες Ἀθηναῖοι, ἐξ ἀρχῆς τῶν πραγμάτων ἁπάντων ἀκοῦσαι, 13.4ἵνʼ εἰδῆτε πρῶτον μὲν τρόπῳ ὑμῖν δημοκρατία κατελύθη καὶ ὑφʼ ὅτου, ἔπειτα τρόπῳ οἱ ἄνδρες ὑπʼ Ἀγοράτου ἀπέθανον, καὶ δὴ τι note ἀποθνῄσκειν μέλλοντες ἐπέσκηψαν· ἅπαντα γὰρ ταῦτα ἀκριβῶς ἂν μαθόντες ἥδιον καὶ ὁσιώτερον Ἀγοράτου τουτουὶ καταψηφίζοισθε. ὅθεν οὖν ἡμεῖς τε ῥᾷστα διδάξομεν καὶ ὑμεῖς μαθήσεσθε, ἐντεῦθεν ὑμῖν ἄρξομαι διηγεῖσθαι.

13.5ἐπειδὴ γὰρ αἱ νῆες αἱ ὑμέτεραι διεφθάρησαν καὶ τὰ πράγματα <τὰ> note ἐν τῇ πόλει ἀσθενέστερα ἐγεγένητο, οὐ πολλῷ χρόνῳ ὕστερον αἵ τε νῆες αἱ Λακεδαιμονίων ἐπὶ τὸν Πειραιᾶ ἀφικνοῦνται, καὶ ἅμα λόγοι πρὸς Λακεδαιμονίους περὶ τῆς εἰρήνης ἐγίγνοντο. 13.6ἐν δὲ τῷ χρόνῳ τούτῳ οἱ βουλόμενοι νεώτερα πράγματα ἐν τῇ πόλει γίγνεσθαι ἐπεβούλευον, νομίζοντες κάλλιστον καιρὸν εἰληφέναι καὶ μάλιστʼ <ἂν> note ἐν τῷ τότε χρόνῳ τὰ πράγματα, ὡς αὐτοὶ ἐβούλοντο, καταστήσασθαι. 13.7ἡγοῦντο δὲ οὐδὲν ἄλλο σφίσιν ἐμποδὼν εἶναι τοὺς τοῦ δήμου προεστηκότας καὶ τοὺς στρατηγοῦντας καὶ ταξιαρχοῦντας. τούτους οὖν ἐβούλοντο ἁμῶς γέ πως ἐκποδὼν ποιήσασθαι, ἵνα ῥᾳδίως βούλοιντο διαπράττοιντο. πρῶτον μὲν οὖν Κλεοφῶντι ἐπέθεντο ἐκ τρόπου τοιούτου. 13.8ὅτε γὰρ πρώτη ἐκκλησία περὶ τῆς εἰρήνης ἐγίγνετο καὶ οἱ παρὰ Λακεδαιμονίων ἥκοντες ἔλεγον ἐφʼ οἷς ἕτοιμοι εἶεν τὴν εἰρήνην ποιεῖσθαι Λακεδαιμόνιοι, εἰ κατασκαφείη τῶν τειχῶν τῶν μακρῶν ἐπὶ δέκα στάδια ἑκατέρου, τότε ὑμεῖς τε, ἄνδρες Ἀθηναῖοι, οὐκ ἠνέσχεσθε ἀκούσαντες περὶ τῶν τειχῶν τῆς κατασκαφῆς, Κλεοφῶν τε ὑπὲρ ὑμῶν πάντων ἀναστὰς ἀντεῖπεν ὡς οὐδενὶ τρόπῳ οἷόν τε εἴη ποιεῖν ταῦτα. 13.9μετὰ δὲ ταῦτα Θηραμένης, ἐπιβουλεύων τῷ πλήθει τῷ ὑμετέρῳ, ἀναστὰς λέγει ὅτι, ἐὰν αὐτὸν ἕλησθε περὶ τῆς εἰρήνης πρεσβευτὴν αὐτοκράτορα, ποιήσει ὥστε μήτε τῶν τειχῶν διελεῖν μήτε ἄλλο τὴν πόλιν ἐλαττῶσαι μηδέν· οἴοιτο δὲ καὶ ἄλλο τι ἀγαθὸν παρὰ Λακεδαιμονίων τῇ πόλει εὑρήσεσθαι. 13.10πεισθέντες δὲ ὑμεῖς εἵλεσθε ἐκεῖνον πρεσβευτὴν αὐτοκράτορα, ὃν τῷ προτέρῳ ἔτει στρατηγὸν χειροτονηθέντα ἀπεδοκιμάσατε, οὐ νομίζοντες εὔνουν εἶναι τῷ πλήθει τῷ ὑμετέρῳ. 13.11ἐκεῖνος μὲν οὖν ἐλθὼν εἰς Λακεδαίμονα ἔμενεν ἐκεῖ πολὺν χρόνον, καταλιπὼν ὑμᾶς πολιορκουμένους, εἰδὼς τὸ ὑμέτερον πλῆθος ἐν ἀπορίᾳ ἐχόμενον καὶ διὰ τὸν πόλεμον καὶ τὰ κακὰ τοὺς πολλοὺς τῶν ἐπιτηδείων ἐνδεεῖς ὄντας, νομίζων, εἰ διαθείη ὑμᾶς ἀπόρως note ὥσπερ διέθηκεν, ἀσμένως ὁποιαντινοῦν ἐθελῆσαι ἂν εἰρήνην ποιήσασθαι. 13.12οἱ δʼ ἐνθάδε ὑπομένοντες καὶ ἐπιβουλεύοντες καταλῦσαι τὴν δημοκρατίαν εἰς ἀγῶνα Κλεοφῶντα καθιστᾶσι, πρόφασιν μὲν ὅτι οὐκ ἦλθεν εἰς τὰ ὅπλα ἀναπαυσόμενος, τὸ δʼ ἀληθὲς ὅτι ἀντεῖπεν ὑπὲρ ὑμῶν μὴ καθαιρεῖν τὰ τείχη. ἐκείνῳ μὲν οὖν δικαστήριον παρασκευάσαντες καὶ εἰσελθόντες οἱ βουλόμενοι ὀλιγαρχίαν καταστήσασθαι ἀπέκτειναν ἐν τῇ προφάσει ταύτῃ. 13.13Θηραμένης δὲ ὕστερον ἀφικνεῖται ἐκ Λακεδαίμονος. προσιόντες δʼ αὐτῷ τῶν τε στρατηγῶν note τινες καὶ τῶν ταξιάρχων, ὧν ἦν Στρομβιχίδης καὶ Διονυσόδωρος, καὶ ἄλλοι τινὲς τῶν πολιτῶν εὐνοοῦντες ὑμῖν, ὥς γʼ ἐδήλωσαν ὕστερον, ἠγανάκτουν σφόδρα. ἦλθε γὰρ φέρων εἰρήνην τοιαύτην, ἣν ἡμεῖς ἔργῳ μαθόντες ἔγνωμεν· πολλοὺς γὰρ τῶν πολιτῶν καὶ ἀγαθοὺς ἀπωλέσαμεν, 13.14καὶ αὐτοὶ ὑπὸ τῶν τριάκοντα ἐξηλάθημεν. ἐνῆν note γὰρ ἀντὶ μὲν τοῦ ἐπὶ δέκα στάδια τῶν μακρῶν τειχῶν διελεῖν ὅλα τὰ μακρὰ τείχη διασκάψαι, ἀντὶ δὲ τοῦ ἄλλο τι ἀγαθὸν τῇ πόλει εὑρέσθαι τάς τε ναῦς παραδοῦναι τοῖς Λακεδαιμονίοις note καὶ τὸ περὶ τὸν Πειραιᾶ τεῖχος περιελεῖν. 13.15ὁρῶντες δὲ οὗτοι οἱ ἄνδρες ὀνόματι μὲν εἰρήνην λεγομένην, τῷ δʼ ἔργῳ τὴν δημοκρατίαν καταλυομένην, οὐκ ἔφασαν ἐπιτρέψειν ταῦτα γενέσθαι, οὐκ ἐλεοῦντες, ἄνδρες Ἀθηναῖοι, τὰ τείχη, εἰ πεσεῖται, οὐδὲ κηδόμενοι τῶν νεῶν, εἰ Λακεδαιμονίοις παραδοθήσονται (οὐδὲν γὰρ αὐτοῖς τούτων πλέον ὑμῶν ἑκάστῳ προσῆκεν), 13.16ἀλλʼ αἰσθόμενοι ἐκ τοῦ τρόπου τούτου τὸ ὑμέτερον πλῆθος καταλυθησόμενον, οὐδʼ, ὥς φασί τινες, οὐκ ἐπιθυμοῦντες εἰρήνην γίγνεσθαι, ἀλλὰ βουλόμενοι βελτίω ταύτης εἰρήνην τῷ δήμῳ τῷ note Ἀθηναίων ποιήσασθαι. ἐνόμιζον δὲ δυνήσεσθαι, καὶ ἔπραξαν ἂν ταῦτα, εἰ μὴ ὑπʼ Ἀγοράτου τουτουὶ ἀπώλοντο. 13.17γνοὺς δὲ ταῦτα Θηραμένης καὶ οἱ ἄλλοι οἱ ἐπιβουλεύοντες ὑμῖν, ὅτι εἰσί τινες οἳ κωλύσουσι τὸν δῆμον καταλυθῆναι καὶ ἐναντιώσονται περὶ τῆς ἐλευθερίας, εἵλοντο, πρὶν τὴν ἐκκλησίαν τὴν περὶ τῆς εἰρήνης γενέσθαι, τούτους πρῶτον εἰς διαβολὰς καὶ κινδύνους καταστῆσαι, ἵνα μηδεὶς ἐκεῖ ὑπὲρ τοῦ ὑμετέρου πλήθους ἀντιλέγοι. ἐπιβουλὴν οὖν τοιαύτην ἐπιβουλεύουσι. 13.18πείθουσι γὰρ Ἀγόρατον τουτονὶ μηνυτὴν κατὰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων γενέσθαι, οὐ συνειδότα ἐκείνοις, ἄνδρες Ἀθηναῖοι, οὐδέν (οὐ γὰρ δήπου ἐκεῖνοι οὕτως ἀνόητοι ἦσαν καὶ ἄφιλοι, ὥστε περὶ τηλικούτων ἂν πραγμάτων πράττοντες Ἀγόρατον ὡς πιστὸν καὶ εὔνουν, δοῦλον καὶ ἐκ δούλων ὄντα, παρεκάλεσαν), ἀλλʼ ἐδόκει αὐτοῖς οὗτος ἐπιτήδειος εἶναι μηνυτής. 13.19ἐβούλοντο οὖν ἄκοντα δοκεῖν αὐτὸν καὶ μὴ ἑκόντα μηνύειν, ὅπως πιστοτέρα μήνυσις φαίνοιτο. note ὡς δὲ ἑκὼν ἐμήνυσε, καὶ ὑμᾶς οἶμαι ἐκ τῶν πεπραγμένων αἰσθήσεσθαι. εἰσπέμπουσι note γὰρ εἰς τὴν βουλὴν τὴν πρὸ τῶν τριάκοντα βουλεύουσαν note Θεόκριτον τὸν τοῦ Ἐλαφοστίκτου καλούμενον· δὲ Θεόκριτος οὗτος ἑταῖρος ἦν τῷ Ἀγοράτῳ καὶ ἐπιτήδειος. 13.20 δὲ βουλὴ πρὸ τῶν τριάκοντα βουλεύουσα διέφθαρτο καὶ ὀλιγαρχίας ἐπεθύμει, ὡς ἴστε, μάλιστα. τεκμήριον δέ· οἱ γὰρ πολλοὶ <οἱ> note ἐξ ἐκείνης τῆς βουλῆς τὴν ὑστέραν note βουλὴν <τὴν> note ἐπὶ τῶν τριάκοντα ἐβούλευον. τοῦ δʼ ἕνεκα ταῦτα λέγω ὑμῖν; ἵνʼ εἰδῆτε, ὅτι τὰ ψηφίσματα <τὰ> note ἐξ ἐκείνης τῆς βουλῆς οὐκ ἐπʼ note εὐνοίᾳ τῇ ὑμετέρᾳ ἀλλʼ ἐπὶ καταλύσει τοῦ δήμου τοῦ ὑμετέρου ἅπαντα ἐγένετο, note καὶ ὡς τοιούτοις οὖσιν αὐτοῖς τὸν νοῦν προσέχητε. 13.21εἰσελθὼν δὲ εἰς ταύτην τὴν βουλὴν ἐν ἀπορρήτῳ Θεόκριτος μηνύει ὅτι συλλέγονταί τινες ἐναντιωσόμενοι τοῖς τότε καθισταμένοις πράγμασι. τὰ μὲν οὖν ὀνόματα οὐκ ἔφη αὐτῶν ἐρεῖν καθʼ ἕκαστον· ὅρκους τε γὰρ ὀμωμοκέναι τοὺς αὐτοὺς ἐκείνοις, καὶ εἶναι ἑτέρους οἳ ἐροῦσι τὰ ὀνόματα, αὐτὸς δὲ οὐκ ἄν ποτε ποιῆσαι ταῦτα. 13.22καίτοι εἰ μὴ ἐκ παρασκευῆς ἐμηνύετο, πῶς οὐκ ἂν ἠνάγκασεν βουλὴ εἰπεῖν τὰ ὀνόματα Θεόκριτον καὶ μὴ ἀνώνυμον τὴν μήνυσιν ποιήσασθαι; νυνὶ δὲ τοῦτο τὸ ψήφισμα ψηφίζεται. note Ψήφισμα

13.23ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη, κατέρχονται ἐπὶ τὸν Ἀγόρατον εἰς τὸν Πειραιᾶ οἱ αἱρεθέντες note τῶν βουλευτῶν, καὶ περιτυχόντες αὐτῷ ἐν ἀγορᾷ ἐζήτουν ἄγειν. παραγενόμενος δὲ Νικίας καὶ Νικομένης καὶ ἄλλοι τινές, ὁρῶντες τὰ πράγματα οὐχ οἷα βέλτιστα ἐν τῇ πόλει ὄντα, ἄγειν μὲν τὸν Ἀγόρατον οὐκ ἔφασαν προήσεσθαι, ἀφῃροῦντο δὲ καὶ ἠγγυῶντο καὶ ὡμολόγουν παρέξειν εἰς τὴν βουλήν. 13.24γραψάμενοι δὲ οἱ βουλευταὶ τὰ ὀνόματα τῶν ἐγγυωμένων καὶ κωλυόντων, ἀπιόντες ᾤχοντο εἰς ἄστυ. δὲ Ἀγόρατος καὶ οἱ ἐγγυηταὶ καθίζουσιν ἐπὶ τὸν βωμὸν Μουνιχίασιν· ἐπειδὴ δὲ ἐκάθισαν, ἐβουλεύοντο τί χρὴ ποιεῖν. ἐδόκει οὖν τοῖς ἐγγυηταῖς καὶ τοῖς ἄλλοις ἅπασιν ἐκποδὼν ποιήσασθαι note τὸν Ἀγόρατον ὡς τάχιστα, καὶ παρορμίσαντες 13.25δύο πλοῖα Μουνιχίασιν note ἐδέοντο αὐτοῦ παντὶ τρόπῳ ἀπελθεῖν Ἀθήνηθεν, καὶ αὐτοὶ ἔφασαν συνεκπλευσεῖσθαι, ἕως τὰ πράγματα κατασταίη, λέγοντες ὅτι, εἰ κομισθείη εἰς τὴν βουλήν, βασανιζόμενος ἴσως ἀναγκασθήσεται ὀνόματα εἰπεῖν Ἀθηναίων ὧν ἂν ὑποβάλωσιν οἱ βουλόμενοι κακόν τι ἐν τῇ πόλει ἐργάζεσθαι. 13.26ταῦτα ἐκείνων δεομένων καὶ παρασκευασάντων πλοῖα καὶ αὐτῶν ἑτοίμων ὄντων συνεκπλεῖν, οὐκ ἠθέλησε πείθεσθαι αὐτοῖς Ἀγόρατος οὑτοσί. καίτοι, Ἀγόρατε, εἰ μή τί σοι ἦν παρεσκευασμένον καὶ ἐπίστευες μηδὲν κακὸν πείσεσθαι, πῶς οὐκ ἂν ᾤχου καὶ πλοίων παρεσκευασμένων καὶ τῶν ἐγγυητῶν ἑτοίμων ὄντων σοι συνεκπλεῖν; ἔτι γὰρ οἷόν τέ σοι ἦν, καὶ οὔπω βουλή σου ἐκράτει. 13.27ἀλλὰ μὲν δὴ οὐχ ὅμοιά γε σοὶ καὶ ἐκείνοις ὑπῆρχε. πρῶτον μὲν γὰρ note Ἀθηναῖοι ἦσαν ὥστε οὐκ ἐδέδισαν βασανισθῆναι· ἔπειτα πατρίδα σφετέραν αὐτῶν καταλιπόντες ἕτοιμοι ἦσαν συνεκπλεῖν μετὰ σοῦ, ἡγησάμενοι ταῦτα μᾶλλον λυσιτελεῖν τῶν πολιτῶν πολλοὺς καὶ ἀγαθοὺς ὑπὸ σοῦ ἀδίκως ἀπολέσθαι. σοὶ δὲ πρῶτον μὲν κίνδυνος ἦν βασανισθῆναι ὑπομείναντι, ἔπειτα οὐ πατρίδα ἂν σαυτοῦ ἀπέλιπες· 13.28ὥστʼ ἐκ παντὸς τρόπου σοὶ μᾶλλον ἐκείνοις ἐκπλεῦσαι συνέφερεν, εἰ μή τι ἦν ἐπίστευες. νῦν δὲ ἄκων μὲν προσποιεῖ, ἑκὼν δὲ πολλοὺς καὶ ἀγαθοὺς Ἀθηναίων ἀπέκτεινας. ὡς δὲ note παρεσκευάσθη ἅπαντα ἐγὼ λέγω, καὶ μάρτυρές εἰσι καὶ αὐτὸ τὸ ψήφισμά σου τὸ note τῆς βουλῆς καταμαρτυρήσει. <Μάρτυρες> note
Ψήφισμα

13.29ἐπειδὴ τοίνυν τοῦτο τὸ ψήφισμα ἐψηφίσθη καὶ ἦλθον οἱ ἐκ τῆς βουλῆς Μουνιχίαζε, ἑκὼν ἀνέστη Ἀγόρατος ἀπὸ τοῦ βωμοῦ· καίτοι νῦν γε βίᾳ φησὶν ἀφαιρεθῆναι. 13.30ἐπειδὴ δὲ εἰς τὴν βουλὴν ἐκομίσθησαν, ἀπογράφει Ἀγόρατος πρῶτον μὲν τῶν αὑτοῦ ἐγγυητῶν τὰ ὀνόματα, ἔπειτα τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων, ἔπειτα δὲ καὶ ἄλλων τινῶν πολιτῶν. δὲ ἀρχὴ αὕτη τοῦ παντὸς κακοῦ ἐγένετο. ὡς δὲ ἀπέγραψε τὰ ὀνόματα, οἶμαι μὲν καὶ αὐτὸν ὁμολογήσειν· εἰ δὲ μή, ἐπʼ αὐτοφώρῳ ἐγὼ αὐτὸν ἐξελέγξω. ἀπόκριναι δή μοι. Ἐρώτησις

13.31ἐβούλοντο τοίνυν, ἄνδρες δικασταί, ἔτι πλειόνων αὐτὸν note τὰ ὀνόματα ἀπογράψαι· οὕτω ἔρρωτο βουλὴ κακόν τι ἐργάζεσθαι αὐτὸν note ὥστʼ οὐκ ἐδόκει αὐτοῖς ἅπαντα τἀληθῆ πω κατηγορηκέναι. τούτους μὲν οὖν ἅπαντας ἑκὼν ἀπογράφει, οὐδεμιᾶς αὐτῶν ἀνάγκης οὔσης. μετὰ τοῦτο προσαπογράφει ἑτέρους τῶν πολιτῶν. note 13.32ἐπειδὴ δὲ ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, οὕτω σφόδρα τινὲς ἐπεμελοῦντο ὅπως καὶ ἐν τῷ δήμῳ περὶ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων μήνυσις γένοιτο (περὶ δὲ τῶν ἄλλων ἀπέχρη ἐν τῇ βουλῇ μήνυσις note μόνῃ note γεγενημένη), ὥστε καὶ ἐκεῖ παράγουσιν <αὐτὸν> note εἰς τὸν δῆμον. καί μοι ἀπόκριναι, Ἀγόρατε· οὐ γὰρ οἶμαί σε ἔξαρνον γενήσεσθαι note ἐναντίον Ἀθηναίων ἁπάντων ἐποίησας. Ἐρώτησις

13.33ὁμολογεῖ μὲν καὶ αὐτός, ὅμως δὲ καὶ τὰ ψηφίσματα ὑμῖν τοῦ δήμου ἀναγνώσεται. Ψηφίσματα
note

ὅτι μὲν ἀπέγραψεν Ἀγόρατος οὑτοσὶ τῶν ἀνδρῶν ἐκείνων τὰ ὀνόματα, καὶ τὰ ἐν τῇ βουλῇ καὶ τὰ ἐν τῷ δήμῳ, καὶ ἔστι φονεὺς ἐκείνων, σχεδόν τι οἶμαι ὑμᾶς ἐπίστασθαι· ὡς τοίνυν ἁπάντων τῶν κακῶν αἴτιος τῇ πόλει ἐγένετο καὶ οὐδʼ ὑφʼ ἑνὸς αὐτὸν προσήκει ἐλεεῖσθαι, ἐγὼ οἶμαι ὑμῖν ἐν κεφαλαίοις ἀποδείξειν. 13.34ἐπειδὴ γὰρ ἐκεῖνοι συλληφθέντες ἐδέθησαν, τότε καὶ Λύσανδρος εἰς τοὺς λιμένας τοὺς ὑμετέρους εἰσέπλευσε, καὶ αἱ νῆες αἱ ὑμέτεραι Λακεδαιμονίοις παρεδόθησαν, καὶ τὰ τείχη κατεσκάφη, καὶ note οἱ τριάκοντα κατέστησαν, καὶ τί οὐ τῶν δεινῶν note τῇ πόλει ἐγένετο. 13.35ἐπειδὴ τοίνυν οἱ τριάκοντα κατεστάθησαν εὐθέως κρίσιν τοῖς ἀνδράσι τούτοις ἐποίουν ἐν τῇ βουλῇ, δὲ δῆμοςἐν τῷ δικαστηρίῳ ἐν δισχιλίοιςἐψήφιστο. note καί μοι ἀνάγνωθι τὸ ψήφισμα. Ψήφισμα

13.36εἰ μὲν οὖν ἐν τῷ δικαστηρίῳ ἐκρίνοντο, ῥᾳδίως ἂν ἐσῴζοντο· ἅπαντες γὰρ ἤδη ἐγνωκότες ἦτε οὗ ἦν κακοῦ πόλις, ἐν οὐδὲν ἔτι ὠφελεῖν ἐδύνασθε νῦν δʼ εἰς τὴν βουλὴν αὐτοὺς τὴν ἐπὶ τῶν τριάκοντα εἰσάγουσιν. δὲ κρίσις τοιαύτη ἐγίγνετο, οἵαν καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε. 13.37οἱ μὲν γὰρ τριάκοντα ἐκάθηντο ἐπὶ τῶν βάθρων, οὗ νῦν οἱ πρυτάνεις καθέζονται· δύο δὲ τράπεζαι ἐν τῷ πρόσθεν τῶν τριάκοντα ἐκείσθην· τὴν δὲ ψῆφον οὐκ εἰς καδίσκους ἀλλὰ φανερὰν ἐπὶ τὰς τραπέζας ταύτας ἔδει τίθεσθαι, τὴν μὲν καθαιροῦσαν ἐπὶ τὴν ὑστέραν, ὥστε ἐκ τίνος τρόπου ἔμελλέ τις αὐτῶν σωθήσεσθαι; ἑνὶ δὲ λόγῳ, 13.38ὅσοι εἰς τὸ βουλευτήριον ἐπὶ τῶν τριάκοντα note εἰσῆλθον κριθησόμενοι, ἁπάντων θάνατος κατεγιγνώσκετο καὶ οὐδενὸς ἀπεψηφίσαντο, πλὴν Ἀγοράτου τουτουί· τοῦτον δὲ ἀφεῖσαν ὡς εὐεργέτην ὄντα· ἵνα δὲ εἰδῆτε ὡς πολλοὶ ὑπὸ τούτου τεθνᾶσι, βούλομαι ὑμῖν τὰ ὀνόματα αὐτῶν ἀναγνῶναι. Ὀνόματα

13.39ἐπειδὴ τοίνυν, ἄνδρες δικασταί, θάνατος αὐτῶν κατεγνώσθη καὶ ἔδει αὐτοὺς ἀποθνήσκειν, μεταπέμπονται εἰς τὸ δεσμωτήριον μὲν ἀδελφήν, δὲ μητέρα, δὲ γυναῖκα, δʼ τις ἦν ἑκάστῳ αὐτῶν προσήκουσα, ἵνα τὰ ὕστατα ἀσπασάμενοι τοὺς αὑτῶν οὕτω τὸν βίον τελευτήσειαν. 13.40καὶ δὴ καὶ Διονυσόδωρος μεταπέμπεται τὴν ἀδελφὴν τὴν ἐμὴν εἰς τὸ δεσμωτήριον, γυναῖκα ἑαυτοῦ οὖσαν. πυθομένη δʼ ἐκείνη ἀφικνεῖται, μέλαν τε ἱμάτιον ἠμφιεσμένη, 13.41ὡς εἰκὸς ἦν ἐπὶ τῷ ἀνδρὶ αὐτῆς τοιαύτῃ συμφορᾷ κεχρημένῳ. ἐναντίον δὲ τῆς ἀδελφῆς τῆς ἐμῆς Διονυσόδωρος τά τε οἰκεῖα τὰ αὑτοῦ διέθετο ὅπως αὐτῷ ἐδόκει, καὶ περὶ Ἀγοράτου τουτουὶ ἔλεγεν ὅτι <οἱ> note αἴτιος ἦν τοῦ θανάτου, καὶ ἐπέσκηπτεν ἐμοὶ καὶ Διονυσίῳ τουτῳί, 13.42τῷ ἀδελφῷ τῷ αὑτοῦ, καὶ τοῖς φίλοις πᾶσι τιμωρεῖν ὑπὲρ αὑτοῦ Ἀγόρατον· καὶ τῇ γυναικὶ τῇ αὑτοῦ ἐπέσκηπτε, νομίζων αὐτὴν κυεῖν ἐξ αὑτοῦ, ἐὰν γένηται αὐτῇ παιδίον, φράζειν τῷ γενομένῳ ὅτι τὸν πατέρα αὐτοῦ Ἀγόρατος ἀπέκτεινε, καὶ κελεύειν τιμωρεῖν ὑπὲρ αὑτοῦ ὡς φονέα ὄντα. ὡς οὖν ἀληθῆ λέγω, μάρτυρας τούτων παρέξομαι. Μάρτυρες

13.43οὗτοι μὲν τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὑπʼ Ἀγοράτου ἀπογραφέντες ἀπέθανον· ἐπειδὴ note δὲ τούτους ἐκποδὼν ἐποιήσαντο οἱ τριάκοντα, σχεδὸν οἶμαι ὑμᾶς ἐπίστασθαι ὡς πολλὰ καὶ δεινὰ μετὰ ταῦτα τῇ πόλει ἐγένετο· ὧν οὗτος ἁπάντων αἴτιός ἐστιν ἀποκτείνας ἐκείνους. ἀνιῶμαι μὲν οὖν ὑπομιμνῄσκων τὰς γεγενημένας συμφορὰς τῇ πόλει, 13.44ἀνάγκη δʼ ἐστίν, ἄνδρες δικασταί, ἐν τῷ παρόντι καιρῷ, ἵνʼ εἰδῆτε ὡς σφόδρα ὑμῖν ἐλεεῖν προσήκει Ἀγόρατον. ἴστε μὲν γὰρ τοὺς ἐκ Σαλαμῖνος τῶν πολιτῶν κομισθέντας, οἷοι ἦσαν καὶ ὅσοι, καὶ οἵῳ ὀλέθρῳ ὑπὸ τῶν τριάκοντα ἀπώλοντο· ἴστε δὲ τοὺς ἐξ Ἐλευσῖνος, ὡς πολλοὶ ταύτῃ τῇ συμφορᾷ ἐχρήσαντο· μέμνησθε δὲ καὶ τοὺς ἐνθάδε διὰ τὰς ἰδίας ἔχθρας ἀπαγομένους εἰς τὸ δεσμωτήριον· 13.45 οἵ οὐδὲν κακὸν τὴν πόλιν ποιήσαντες ἠναγκάζοντο αἰσχίστῳ καὶ ἀκλεεστάτῳ ὀλέθρῳ ἀπόλλυσθαι, οἱ μὲν γονέας σφετέρους αὐτῶν note πρεσβύτας καταλιπόντες, οἳ ἤλπιζον ὑπὸ τῶν σφετέρων αὐτῶν παίδων γηροτροφηθέντες, ἐπειδὴ τελευτήσειαν τὸν βίον, ταφήσεσθαι, οἱ δὲ ἀδελφὰς ἀνεκδότους, οἱ δὲ παῖδας μικροὺς πολλῆς ἔτι θεραπείας δεομένους· 13.46οὕς, ἄνδρες δικασταί, ποίαν τινὰ οἴεσθε γνώμην περὶ τούτου ἔχειν, ποίαν τινὰ ἂν ψῆφον θέσθαι, εἰ ἐπʼ ἐκείνοις γένοιτο, ἀποστερηθέντας διὰ τοῦτον τῶν ἡδίστων; ἔτι δὲ τὰ τείχη ὡς κατεσκάφη καὶ αἱ νῆες τοῖς πολεμίοις παρεδόθησαν καὶ <τὰ> note νεώρια καθῃρέθη καὶ Λακεδαιμόνιοι τὴν ἀκρόπολιν ἡμῶν εἶχον καὶ δύναμις ἅπασα τῆς πόλεως παρελύθη, ὥστε μηδὲν διαφέρειν τῆς ἐλαχίστης πόλεως τὴν πόλιν. 13.47πρὸς δὲ τούτοις τὰς ἰδίας <οὐσίας> note ἀπωλέσατε, καὶ τὸ τελευταῖον συλλήβδην ἅπαντες ὑπὸ τῶν τριάκοντα ἐκ τῆς πατρίδος ἐξηλάθητε. ταῦτα ἐκεῖνοι οἱ ἀγαθοὶ ἄνδρες αἰσθόμενοι οὐκ ἔφασαν ἐπιτρέψειν note τὴν εἰρήνην, ἄνδρες δικασταί, ποιήσασθαι· 13.48οὓς σύ, Ἀγόρατε, βουλομένους ἀγαθόν τι πρᾶξαι τῇ πόλει ἀπέκτεινας, μηνύσας αὐτοὺς τῇ πόλει note ἐπιβουλεύειν τῷ πλήθει τῷ ὑμετέρῳ, καὶ αἴτιος εἶ ἁπάντων τῇ πόλει τῶν κακῶν τῶν γεγενημένων. νῦν οὖν μνησθέντες καὶ τῶν ἰδίων ἕκαστος δυστυχημάτων καὶ τῶν κοινῶν τῆς πόλεως τιμωρεῖσθε τὸν αἴτιον τούτων.

13.49θαυμάζω δʼ ἔγωγε, ἄνδρες δικασταί, τί ποτε τολμήσει πρὸς ὑμᾶς ἀπολογεῖσθαι· δεῖ γὰρ αὐτὸν ἀποδεῖξαι ὡς οὐ κατεμήνυσε τῶν ἀνδρῶν τούτων οὐδʼ αἴτιος αὐτοῖς ἐστι τοῦ θανάτου, οὐκ ἂν δύναιτο οὐδέποτε ἀποδεῖξαι. 13.50πρῶτον μὲν γὰρ τὰ ψηφίσματα αὐτοῦ τὰ ἐκ τῆς βουλῆς καὶ <τὸ> note τοῦ δήμου καταμαρτυρεῖ, διαρρήδην ἀγορεύοντα Ψήφισμα
περὶ ὧν Ἀγόρατος κατείρηκεν.”
ἔπειτα κρίσις, ἣν ἐκρίθη ἐπὶ τῶν τριάκοντα καὶ ἀφείθη, διαρρήδην λέγει, Γνῶσις
διότιφησίνἔδοξε τἀληθῆ εἰσαγγεῖλαι.”
καί μοι ἀνάγνωθι. Ψηφίσματα
Γνῶσις
Γραφαί
note

13.51ὡς μὲν οὖν οὐκ ἀπέγραψεν, οὐδενὶ τρόπῳ δύναιτʼ ἂν ἀποδεῖξαι· δεῖ τοίνυν αὐτὸν ὡς δικαίως ἐμήνυσε ταῦτα ἀποφαίνειν, ὁρῶν αὐτοὺς πονηρὰ καὶ οὐκ ἐπιτήδεια τῷ δήμῳ τῷ ὑμετέρῳ πράττοντας. οἴομαι δʼ οὐδʼ ἂν τοῦτο αὐτὸν ἐπιχειρῆσαι ἀποδεικνύναι. οὐ γὰρ δήπου, εἴ τι κακὸν τὸν δῆμον τὸν Ἀθηναίων εἰργάσαντο, οἱ τριάκοντα, δεδιότες μὴ καταλυθείη ἂν note δῆμος, τιμωροῦντες ὑπὲρ τοῦ δήμου ἂν αὐτοὺς ἀπέκτειναν, ἀλλʼ οἶμαι πολὺ τοὐναντίον τούτου.

13.52ἀλλʼ ἴσως φήσει ἄκων τοσαῦτα κακὰ ἐργάσασθαι. ἐγὼ δʼ οὐκ οἶμαι, ἄνδρες δικασταί, οὐδʼ ἐάν τις ὑμᾶς ὡς μάλιστα ἄκων μεγάλα κακὰ ἐργάσηται, ὧν μὴ οἷόν τε γενέσθαι ἐστὶν ὑπερβολήν, οὐ τούτου ἕνεκα οὐ δεῖν ὑμᾶς ἀμύνεσθαι. εἶτα δὲ καὶ ἐκείνων μέμνησθε, ὅτι ἐξῆν Ἀγοράτῳ τουτῳί, πρὶν εἰς τὴν βουλὴν κομισθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο Μουνιχίασι, σωθῆναι· καὶ γὰρ πλοῖα παρεσκεύαστο καὶ <οἱ> note ἐγγυηταὶ ἕτοιμοι ἦσαν συναπιέναι. 13.53καίτοι εἰ ἐκείνοις ἐπίθου note καὶ ἠθέλησας ἐκπλεῦσαι μετʼ ἐκείνων, οὔτʼ ἂν ἑκὼν οὔτε ἄκων τοσούτους Ἀθηναίων ἀπέκτεινας· νῦν δὲ πεισθεὶς ὑφʼ ὧν τότε ἐπείσθης, εἰ τῶν στρατηγῶν καὶ τῶν ταξιάρχων τὰ ὀνόματα μόνον εἴποις, μέγα τι ᾤου παρʼ αὐτῶν διαπράξεσθαι. οὔκουν τούτου ἕνεκα δεῖ σε παρʼ ἡμῶν συγγνώμης τινὸς τυχεῖν, ἐπεὶ οὐδὲ ἐκεῖνοι παρὰ σοῦ οὐδεμιᾶς ἔτυχον, οὓς σὺ ἀπέκτεινας. 13.54καὶ Ἱππίας μὲν Θάσιος καὶ Ξενοφῶν Κουριεύς, οἳ ἐπὶ τῇ αὐτῇ αἰτία τούτῳ ὑπὸ τῆς βουλῆς μετεπέμφθησαν, οὗτοι μὲν ἀπέθανον, μὲν στρεβλωθείς, Ξενοφῶν, δὲ Ἱππίας οὕτω, διότι οὐκ ἄξιοι ἐδόκουν τοῖς τριάκοντα σωτηρίας εἶναι (οὐδένα γὰρ Ἀθηναίων ἀπώλλυσανἈγόρατος δὲ ἀφείθη, διότι ἐδόκει ἐκείνοις τὰ ἥδιστα πεποιηκέναι.

13.55ἀκούω δʼ αὐτὸν καὶ εἰς Μενέστρατον ἀναφέρειν τι περὶ τῶν ἀπογραφῶν note τούτων. τὸ δὲ τοῦ Μενεστράτου πρᾶγμα τοιοῦτον ἐγένετο. Μενέστρατος οὗτος ἀπεγράφη ὑπὸ τοῦ Ἀγοράτου καὶ συλληφθεὶς ἐδέδετο· Ἁγνόδωρος δʼ ἦν Ἀμφιτροπαιεύς, δημότης τοῦ Μενεστράτου, Κριτίου κηδεστὴς τοῦ τῶν τριάκοντα. οὗτος οὖν, ὅτε ἐκκλησία Μουνιχίασιν ἐν τῷ θεάτρῳ ἐγίγνετο, ἅμα μὲν βουλόμενος τὸν Μενέστρατον σωθῆναι, ἅμα δὲ ὡς πλείστους ἀπογραφέντας ἀπολέσθαι, παράγει αὐτὸν εἰς τὸν δῆμον, καὶ εὑρίσκονται note αὐτῷ κατὰ τὸ ψήφισμα τουτὶ ἄδειαν. Ψήφισμα

13.56ἐπειδὴ δὲ τοῦτο τὸ ψήφισμα ἐγένετο, μηνύει Μενέστρατος καὶ προσαπογράφει ἑτέρους τῶν πολιτῶν. τοῦτον μέντοι οἱ μὲν τριάκοντα ἀφεῖσαν ὥσπερ Ἀγόρατον τουτονί, δόξαντα τἀληθῆ εἰσαγγεῖλαι, ὑμεῖς δὲ πολλῷ χρόνῳ ὕστερον λαβόντες ἐν δικαστηρίῳ ὡς ἀνδροφόνον ὄντα, θάνατον δικαίως καταψηφισάμενοι τῷ δημίῳ note παρέδοτε καὶ ἀπετυμπανίσθη. 13.57καίτοι εἰ ἐκεῖνος ἀπέθανεν, που Ἀγόρατός γε δικαίως ἀποθανεῖται, ὅς γε note τόν τε Μενέστρατον ἀπογράψας αἴτιος ἐκείνῳ ἐστὶ τοῦ θανάτου, καὶ τοῖς ὑπὸ Μενεστράτου ἀπογραφεῖσι τίς αἰτιώτερος εἰς τοιαύτην ἀνάγκην ἐκεῖνον καταστήσας;

13.58ἀνόμοιος δέ μοι δοκεῖ Ἀριστοφάνει γενέσθαι τῷ Χολλείδῃ, ὃς ἐγγυητὴς τότε τούτου ἐγένετο καὶ τὰ πλοῖα παρασκευάσας Μουνιχίασιν ἕτοιμος ἦν συνεκπλεῖν μετὰ τούτου. καὶ τό γε ἐπʼ ἐκεῖνον εἶναι ἐσώθης, καὶ οὔτʼ ἂν Ἀθηναίων οὐδένα ἀπώλεσας οὔτʼ ἂν αὐτὸς σὺ εἰς τοιούτους κινδύνους 13.59κατέστης· νῦν δὲ καὶ τὸν σωτῆρα τὸν σαυτοῦ ἐτόλμησας ἀπογράψαι, καὶ ἀπογράψας <ἀπέκτεινας> note καὶ ἐκεῖνον καὶ τοὺς ἄλλους ἐγγυητάς. τοῦτον μέντοι ὡς οὐ καθαρῶς note Ἀθηναῖον ὄντα ἐβούλοντό τινες βασανισθῆναι, καὶ τουτὶ τὸ ψήφισμα τὸν δῆμον ἀναπείθουσι ψηφίζεσθαι. Ψήφισμα

13.60μετὰ τοῦτο τοίνυν προσιόντες τῷ Ἀριστοφάνει οἱ πράττοντες τότε τὰ πράγματα ἐδέοντο αὐτοῦ κατειπεῖν καὶ σῴζεσθαι, καὶ μὴ κινδυνεύειν ἀγωνισάμενον τῆς ξενίας τὰ ἔσχατα παθεῖν. δὲ οὐκ ἔφη οὐδέποτε· οὕτω χρηστὸς ἦν καὶ περὶ τοὺς δεδεμένους καὶ περὶ τὸν δῆμον τὸν Ἀθηναίων, ὥστε εἵλετο μᾶλλον ἀποθανεῖν κατειπεῖν καὶ ἀδίκως τινὰς ἀπολέσαι. 13.61ἐκεῖνος μὲν τοίνυν καὶ ὑπὸ σοῦ ἀπολλύμενος τοιουτοσὶ ἐγένετο καὶ Ξενοφῶν στρεβλωθεὶς καὶ Ἱππίας Θάσιος note. σὺ δʼ οὐδὲν τοῖς ἀνδράσιν ἐκείνοις συνειδώς, πεισθεὶς δὲ ὡς σύ γε, ἐὰν ἐκεῖνοι ἀπόλωνται, μεθέξεις τῆς τότε note πολιτείας καθισταμένης, ἀπέγραψας note καὶ ἀπέκτεινας Ἀθηναίων πολλοὺς καὶ ἀγαθούς.

13.62βούλομαι δʼ ὑμῖν, ἄνδρες δικασταί, ἐπιδεῖξαι οἵων ἀνδρῶν ὑπʼ Ἀγοράτου ἀπεστέρησθε. εἰ μὲν οὖν οὐ πολλοὶ ἦσαν, καθʼ ἕκαστον ἂν περὶ αὐτῶν ἠκούετε, νῦν δὲ συλλήβδην περὶ πάντων. οἱ μὲν γὰρ στρατηγήσαντες ὑμῖν πολλάκις μείζω τὴν πόλιν τοῖς διαδεχομένοις στρατηγοῖς παρεδίδοσαν· 13.63 οἱ δʼ ἑτέρας μεγάλας ἀρχὰς ἄρξαντες καὶ τριηραρχίας πολλὰς τριηραρχήσαντες οὐδεπώποτε ὑφʼ ὑμῶν οὐδεμίαν αἰτίαν αἰσχρὰν ἔσχον. οἱ δʼ αὐτῶν περιγενόμενοι καὶ σωθέντες, οὓς οὗτος μὲν ἀπέκτεινεν ὁμοίως note καὶ θάνατος αὐτῶν κατεγνώσθη, δὲ τύχη καὶ δαίμων περιεποίησε, φυγόντες γὰρ note ἐνθένδε καὶ οὐ συλληφθέντες οὐδὲ ὑπομείναντες μείναντες τὴν κρίσιν, κατελθόντες ἀπὸ Φυλῆς τιμῶνται ὑφʼ ὑμῶν ὡς ἄνδρες ἀγαθοὶ ὄντες.

13.64τούτους μέντοι τοιούτους ὄντας Ἀγόρατος τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ φυγάδας ἐντεῦθεν ἐποίησε, τίς ὢν αὐτός; δεῖ γὰρ ὑμᾶς εἰδέναι ὅτι δοῦλος καὶ ἐκ δούλων ἐστίν, ἵνʼ εἰδῆτε οἷος ὢν ὑμᾶς ἐλυμαίνετο. τουτῳὶ μὲν γὰρ πατὴρ ἦν Εὐμάρης, ἐγένετο δὲ Εὐμάρης οὗτος Νικοκλέους καὶ Ἀντικλέους. καί μοι ἀνάβητε μάρτυρες. Μάρτυρες

13.65ἦσαν τοίνυν οὗτοι, ἄνδρες δικασταί, τέτταρες ἀδελφοί. τούτων εἷς μὲν πρεσβύτατος note ἐν Σικελία παραφρυκτωρευόμενος τοῖς πολεμίοις ληφθεὶς ὑπὸ Λαμάχου ἀπετυμπανίσθη· δὲ ἕτερος εἰς Κόρινθον μὲν ἐντευθενὶ ἀνδράποδον ἐξήγαγεν, ἐκεῖθεν δὲ παιδίσκην αὖθις ἐξάγων ἁλίσκεται, καὶ ἐν τῷ δεσμωτηρίῳ δεδεμένος ἀπέθανε· τὸν δὲ τρίτον Φαινιππίδης ἐνθάδε note λωποδύτην ἀπήγαγε, 13.66καὶ ὑμεῖς κρίναντες αὐτὸν ἐν τῷ δικαστηρίῳ καὶ καταγνόντες αὐτοῦ θάνατον ἀποτυμπανίσαι παρέδοτε. ὡς δὲ ἀληθῆ λέγω, καὶ αὐτὸν οἶμαι ὁμολογήσειν τοῦτον καὶ μάρτυρας παρεξόμεθα. Μάρτυρες

13.67τἆλλα note τοίνυν, ἄνδρες δικασταί, ὅσα κακὰ καὶ αἰσχρὰ καὶ τούτῳ καὶ τοῖς τούτου ἀδελφοῖς ἐπιτετήδευται, πολὺ ἂν εἴη ἔργον λέγειν. περὶ δὲ συκοφαντίας, ὅσας οὗτος δίκας ἰδίας συκοφαντῶν ἐδικάζετο γραφὰς ὅσας ἐγράφετο ἀπογραφὰς ἀπέγραφεν, οὐδὲν με δεῖ καθʼ ἕκαστον λέγειν· συλλήβδην γὰρ ὑμεῖς ἅπαντες καὶ ἐν τῷ δήμῳ καὶ ἐν τῷ δικαστηρίῳ συκοφαντίας αὐτοῦ κατέγνωτε καὶ ὦφλεν note ὑμῖν μυρίας δραχμάς, 13.68ὥστε τοῦτο μὲν ἱκανῶς note ὑπὸ ὑμῶν ἁπάντων μεμαρτύρηται. γυναῖκας τοίνυν τῶν πολιτῶν τοιοῦτος ὢν μοιχεύειν καὶ διαφθείρειν ἐλευθέρας ἐπεχείρησε, καὶ ἐλήφθη μοιχός· καὶ τούτου θάνατος ζημία ἐστίν. ὡς δὲ ἀληθῆ λέγω, μάρτυρας κάλει. Μάρτυρες

13.69πῶς οὖν οὐχ ἅπασι προσήκει ὑμῖν τούτου καταψηφίζεσθαι; εἰ γὰρ τούτων ἕκαστος διʼ ἓν ἁμάρτημα θανάτου ἠξιώθη, που τοῦ γε πολλὰ ἐξημαρτηκότος καὶ δημοσίᾳ εἰς τὴν πόλιν καὶ ἰδίᾳ εἰς ἕκαστον ὑμῶν, ὧν ἑκάστου ἁμαρτήματος ἐν τοῖς νόμοις θάνατος ζημία ἐστί, δεῖ ὑμᾶς σφόδρα θάνατον αὐτοῦ καταψηφίσασθαι.

13.70λέξει δέ, ἄνδρες δικασταί, καὶ ἐξαπατῆσαι ὑμᾶς πειράσεται, ὡς ἐπὶ τῶν τετρακοσίων Φρύνιχον ἀπέκτεινε, καὶ ἀντὶ τούτου φησιν αὐτὸν Ἀθηναῖον τὸν δῆμον ποιήσασθαι, ψευδόμενος, ἄνδρες δικασταί· οὔτε γὰρ Φρύνιχον ἀπέκτεινεν οὔτε Ἀθηναῖον αὐτὸν δῆμος ἐποιήσατο. 13.71Φρυνίχῳ γάρ, ἄνδρες δικασταί, κοινῇ Θρασύβουλός τε Καλυδώνιος καὶ Ἀπολλόδωρος Μεγαρεὺς ἐπεβούλευσαν· ἐπειδὴ δὲ ἐπετυχέτην αὐτῷ βαδίζοντι, μὲν Θρασύβουλος τύπτει τὸν Φρύνιχον καὶ καταβάλλει πατάξας, δὲ Ἀπολλόδωρος οὐχ ἥψατο· ἀλλʼ ἐν τούτῳ κραυγὴ γίγνεται καὶ ᾤχοντο φεύγοντες. Ἀγόρατος δὲ οὑτοσὶ οὔτε παρεκλήθη οὔτε παρεγένετο οὔτε οἶδε τοῦ πράγματος οὐδέν. ὡς δὲ ἀληθῆ λέγω, αὐτὸ ὑμῖν τὸ ψήφισμα δηλώσει. Ψήφισμα

13.72ὅτι μὲν οὐκ ἀπέκτεινε Φρύνιχον, ἐξ αὐτοῦ τοῦ ψηφίσματος δῆλον· οὐδαμοῦ γάρ ἐστινἈγόρατον Ἀθηναῖον εἶναιὥσπερ Θρασύβουλον καὶ Ἀπολλόδωρον note. καίτοι εἴπερ ἀπέκτεινε Φρύνιχον, ἔδει αὐτὸν ἐν τῇ αὐτῇ στήλῃ, ἵνα περ Θρασύβουλον καὶ Ἀπολλόδωρον, note Ἀθηναῖον πεποιημένον <ἐγγεγράφθαι> note· τὰ μέντοι ὀνόματα διαπράττονται σφῶν αὐτῶν, δόντες ἀργύριον τῷ ῥήτορι, προσγραφῆναι εἰς τὴν στήλην ὡς εὐεργέτας ὄντας. καὶ ὡς ἀληθῆ λέγω, τοῦτο τὸ ψήφισμα ἐλέγξει. Ψήφισμα

13.73οὕτω μέντοι οὑτοσὶ πολὺ ὑμῶν κατεφρόνει, ὥστε οὐκ ὢν Ἀθηναῖος καὶ ἐδίκαζε καὶ ἠκκλησίαζε καὶ γραφὰς τὰς ἐξ ἀνθρώπων ἐγράφετο, ἐπιγραφόμενος Ἀναγυράσιος εἶναι. ἔπειτα δὲ καὶ ἕτερον μέγα τεκμήριον ὡς οὐκ ἂν note ἀπέκτεινε Φρύνιχον, διʼ note Ἀθηναῖός φησι γεγενῆσθαι. Φρύνιχος γὰρ οὗτος τοὺς τετρακοσίους κατέστησεν· ἐπειδὴ δʼ ἐκεῖνος ἀπέθανεν, οἱ πολλοὶ τῶν τετρακοσίων ἔφυγον. 13.74πότερον οὖν δοκοῦσιν ὑμῖν οἱ τριάκοντα καὶ βουλὴ τότε note βουλεύουσα, οἳ αὐτοὶ ἦσαν ἅπαντες τῶν τετρακοσίων τῶν φυγόντων, ἀφεῖναι ἂν λαβόντες τὸν Φρύνιχον ἀποκτείναντα, τιμωρήσασθαι ὑπὲρ Φρυνίχου καὶ τῆς φυγῆς ἧς αὐτοὶ ἔφυγον; 13.75ἐγὼ μὲν οἶμαι τιμωρεῖσθαι ἄν. εἰ μὲν οὖν μὴ ἀποκτείνας προσποιεῖται, ὡς ἐγώ φημι, ἀδικεῖ note· εἰ δὲ ἀμφισβητεῖς καὶ φῂς Φρύνιχον ἀποκτεῖναι, δῆλον ὅτι μείζω τὸν δῆμον τὸν Ἀθηναίων κακὰ ποιήσας τὴν ὑπὲρ Φρυνίχου αἰτίαν πρὸς τοὺς τριάκοντα ἀπελύσω· οὐδέποτε γὰρ πείσεις οὐδένα ἀνθρώπων ὡς Φρύνιχον ἀποκτείνας ἀφείθης ἂν ὑπὸ τῶν τριάκοντα, εἰ μὴ μεγάλα τὸν δῆμον τὸν Ἀθηναίων καὶ ἀνήκεστα κακὰ εἰργάσω. 13.76ἐὰν μὲν οὖν φάσκῃ Φρύνιχον ἀποκτεῖναι, τούτων μέμνησθε καὶ τοῦτον τιμωρεῖσθε ἀνθʼ ὧν ἐποίησεν· ἐὰν δʼ οὐ φάσκῃ, ἔρεσθε αὐτὸν διʼ τι φησὶν Ἀθηναῖος ποιηθῆναι. ἐὰν δὲ μὴ ἔχῃ ἀποδεῖξαι, τιμωρεῖσθε αὐτὸν ὅτι καὶ ἐδίκαζε note καὶ ἠκκλησίαζε καὶ ἐσυκοφάντει πολλοὺς ὡς Ἀθηναῖος τοὔνομα ἐπιγραφόμενος.

13.77ἀκούω δὲ αὐτὸν παρασκευάζεσθαι ἀπολογεῖσθαι, ὡς ἐπὶ Φυλήν τε ᾤχετο καὶ συγκατῆλθεν ἀπὸ Φυλῆς, καὶ τοῦτο μέγιστον ἀγώνισμα εἶναι. ἐγένετο δὲ τοιοῦτον· ἦλθεν οὗτος ἐπὶ Φυλήν· καίτοι πῶς ἂν γένοιτο ἄνθρωπος μιαρώτερος; ὅστις εἰδὼς ὅτι εἰσί τινες ἐπὶ Φυλῇ τῶν ὑπὸ τούτου ἐκπεπτωκότων ἐτόλμησεν ἐλθεῖν ὡς τούτους. ἐπειδὴ δὲ εἶδον αὐτὸν τάχιστα, 13.78συλλαβόντες ἄγουσιν ἄντικρυς ὡς ἀποκτενοῦντες, οὗπερ καὶ τοὺς ἄλλους ἀπέσφαττον, εἴ τινα λῃστὴν κακοῦργον συλλάβοιεν. στρατηγῶν δὲ Ἄνυτος ἐπὶ Φυλὴν note οὐκ ἔφη χρῆναι ποιεῖν αὐτοὺς ταῦτα, λέγων ὅτι <οὔπω note οὕτω διακέοιντο, ὥστε τιμωρεῖσθαί τινας τῶν ἐχθρῶν, ἀλλὰ νῦν μὲν δεῖν αὐτοὺς ἡσυχίαν ἔχειν. εἰ δέ ποτε οἴκαδε κατέλθοιεν, τότε καὶ τιμωρήσοιντο τοὺς ἀδικοῦντας. 13.79ταῦτα λέγων αἴτιος ἐγένετο τοῦ ἀποφυγεῖν τοῦτον ἐπὶ Φυλῇ· ἀνάγκη δὲ ἦν στρατηγοῦ ἀνδρὸς ἀκροᾶσθαι, εἴπερ ἔμελλον σωθήσεσθαι. ἀλλʼ ἕτερον· οὔτε γὰρ συσσιτήσας τούτῳ οὐδεὶς φανήσεται οὔτε σύσκηνος γενόμενος οὔτε <> note ταξίαρχος εἰς τὴν φυλὴν κατατάξας, ἀλλʼ ὥσπερ ἀλιτηρίῳ οὐδεὶς ἀνθρώπων αὐτῷ διελέγετο. καί μοι κάλει τὸν ταξίαρχον. Μάρτυρες

13.80ἐπειδὴ δὲ <αἱ> note διαλλαγαὶ πρὸς ἀλλήλους ἐγένοντο καὶ ἔπεμψαν οἱ πολῖται note ἐκ Πειραιῶς τὴν πομπὴν εἰς πόλιν, ἡγεῖτο μὲν Αἴσιμος τῶν πολιτῶν note, οὗτος δὲ οὕτω τολμηρὸς καὶ ἐκεῖ note ἐγένετο· συνηκολούθει γὰρ λαβὼν τὰ ὅπλα καὶ συνέπεμπε τὴν πομπὴν μετὰ τῶν ὁπλιτῶν note πρὸς τὸ ἄστυ. 13.81ἐπειδὴ δὲ πρὸς ταῖς πύλαις note ἦσαν καὶ ἔθεντο τὰ ὅπλα, πρὶν εἰσιέναι εἰς τὸ ἄστυ, μὲν Αἴσιμος αἰσθάνεται καὶ προσελθὼν τήν τε ἀσπίδα αὐτοῦ λαβὼν ἔρριψε, καὶ ἀπιέναι ἐκέλευσεν ἐς κόρακας ἐκ τῶν πολιτῶν. note οὐ γὰρ ἔφη δεῖν ἀνδροφόνον αὐτὸν ὄντα συμπέμπειν τὴν πομπὴν τῇ Ἀθηνᾷ. τούτῳ τῷ τρόπῳ ὑπὸ Αἰσίμου ἀπηλάθη. ὡς δʼ ἀληθῆ λέγω, μάρτυρας παρέξομαι. Μάρτυρες

13.82τούτῳ τῷ τρόπῳ, ἄνδρες δικασταί, καὶ ἐπὶ Φυλῇ καὶ ἐν Πειραιεῖ πρὸς τοὺς ὁπλίτας διέκειτο· οὐδεὶς γὰρ αὐτῷ διελέγετο ὡς ἀνδροφόνῳ ὄντι, τοῦ τε μὴ ἀποθανεῖν Ἄνυτος ἐγένετο αὐτῷ αἴτιος. ἐὰν οὖν τῇ ἐπὶ Φυλὴν ὁδῷ ἀπολογίᾳ χρῆται, ὑπολαμβάνειν χρὴ εἰ Ἄνυτος αὐτῷ ἐγένετο αἴτιος μὴ ἀποθανεῖν ἑτοίμων ὄντων τιμωρεῖσθαι, καὶ ἔρριψεν αὐτοῦ Αἴσιμος τὴν ἀσπίδα καὶ οὐκ εἴα μετὰ τῶν πολιτῶν note συμπέμπειν note τὴν πομπήν, καὶ εἴ τις αὐτὸν ταξίαρχος εἰς τάξιν τινὰ κατέταξε. note

13.83μήτε οὖν ταῦτα αὐτοῦ ἀποδέχεσθε, μήτʼ ἐὰν λέγῃ ὅτι πολλῷ χρόνῳ ὕστερον τιμωρούμεθα. οὐ γὰρ οἶμαι οὐδεμίαν τῶν τοιούτων ἀδικημάτων προθεσμίαν εἶναι, ἀλλʼ ἐγὼ μὲν οἶμαι, εἴτʼ εὐθὺς εἴτε χρόνῳ τις τιμωρεῖται, τοῦτον δεῖν ἀποδεικνύναι ὡς οὐ πεποίηκε περὶ ὧν ἐστιν αἰτία. 13.84οὗτος τοίνυν τοῦτο ἀποφαινέτω, ὡς οὐκ ἀπέκτεινεν ἐκείνους ὡς δικαίως, κακόν τι ποιοῦντας τὸν δῆμον τὸν Ἀθηναίων. εἰ δὲ πάλαι δέον τιμωρεῖσθαι ὕστερον ἡμεῖς τιμωρούμεθα, τὸν χρόνον κερδαίνει ὃν ἔζη οὐ προσῆκον αὐτῷ, οἱ δὲ ἄνδρες ὑπὸ τούτου οὐδὲν ἧττον τεθνήκασιν.

13.85ἀκούω δʼ αὐτὸν καὶ <τούτῳ> note διισχυρίζεσθαι, ὅτιἐπʼ αὐτοφώρῳτῇ ἀπαγωγῇ ἐπιγέγραπται, πάντων ἐγὼ οἶμαι εὐηθέστατον· ὡς εἰ μὲν τὸ ἐπʼ αὐτοφώρῳ μὴ προσεγέγραπτο, ἔνοχος <ἂν> note ὢν τῇ ἀπαγωγῇ· διότι δὲ τοῦτο προσγέγραπται, ἔνοχος ὢν note ῥᾳστώνην τινὰ οἴεται αὑτῷ εἶναι. τοῦτο δὲ οὐδὲν ἄλλο note ἔοικεν ὁμολογεῖν ἀποκτεῖναι, μὴ ἐπʼ αὐτοφώρῳ δέ, καὶ περὶ τούτου διισχυρίζεσθαι, ὥσπερ, εἰ μὴ ἐπʼ αὐτοφώρῳ μέν, ἀπέκτεινε δέ, τούτου ἕνεκα δέον αὐτὸν σῴζεσθαι. 13.86δοκοῦσι δʼ ἔμοιγε οἱ ἕνδεκα οἱ παραδεξάμενοι τὴν ἀπαγωγὴν ταύτην, <οὐκ> note οἰόμενοι Ἀγοράτῳ συμπράττειν καὶ τότε διισχυριζομένῳ, note σφόδρα ὀρθῶς ποιῆσαι Διονύσιον τὴν ἀπαγωγὴν ἀπάγοντʼ note ἀναγκάζοντες τό γε note προσγράψασθαι ἐπʼ αὐτοφώρῳ· πῶς οὐκ ἂν εἴη note <ὃς> note πρῶτον μὲν ἐναντίον πεντακοσίων <ἐν τῇ βουλῇ>, note εἶτα πάλιν ἐναντίον Ἀθηναίων ἁπάντων ἐν τῷ δήμῳ note ἀπογράψας τινὰς ἀποκτείνειε καὶ αἴτιος γένοιτο τοῦ θανάτου; 13.87οὐ γὰρ δήπου τοῦτο μόνον οἴει τὸ note ἐπʼ αὐτοφώρῳ, ἐάν τις ξύλῳ μαχαίρᾳ πατάξας καταβάλῃ, ἐπεὶ ἔκ γε τοῦ σοῦ λόγου οὐδεὶς φανήσεται ἀποκτείνας τοὺς ἄνδρας οὓς σὺ ἀπέγραψας· οὔτε γὰρ ἐπάταξεν αὐτοὺς οὐδεὶς οὔτʼ ἀπέσφαξεν, ἀλλʼ ἀναγκασθέντες ὑπὸ τῆς σῆς ἀπογραφῆς ἀπέθανον. οὐκ οὖν <> note αἴτιος τοῦ θανάτου, οὗτος ἐπʼ αὐτοφώρῳ ἐστί; τίς οὖν ἄλλος αἴτιος σὺ ἀπογράψας; ὥστε πῶς οὐκ ἐπʼ αὐτοφώρῳ σὺ εἶ ἀποκτείνας;

13.88πυνθάνομαι δʼ αὐτὸν καὶ περὶ τῶν ὅρκων καὶ περὶ τῶν συνθηκῶν μέλλειν λέγειν, ὡς παρὰ τοὺς ὅρκους καὶ τὰς συνθήκας ἀγωνίζεται ἃς συνεθέμεθα πρὸς τοὺς ἐν ἄστει οἱ ἐν τῷ note Πειραιεῖ. σχεδὸν μὲν οὖν τούτοις ἰσχυριζόμενος ὁμολογεῖ ἀνδροφόνος εἶναι· ἐμποδὼν γοῦν ὅρκους συνθήκας χρόνον <τὸ> note ἐπʼ αὐτοφώρῳ τι note ποιεῖται, αὐτῷ δὲ τῷ πράγματι note οὔ τι note πιστεύει καλῶς ἀγωνιεῖσθαι. 13.89ὑμῖν δέ, ἄνδρες δικασταί, οὐ προσήκει περὶ τούτων ἀποδέχεσθαι· ἀλλʼ ὡς οὐκ ἀπέγραψεν οὐδὲ οἱ ἄνδρες τεθνᾶσι, περὶ τούτων κελεύετε αὐτὸν ἀπολογεῖσθαι. ἔπειτα τοὺς ὅρκους καὶ τὰς συνθήκας οὐδὲν ἡγοῦμαι προσήκειν ἡμῖν πρὸς τοῦτον. οἱ γὰρ ὅρκοι τοῖς ἐν ἄστει πρὸς τοὺς ἐν Πειραιεῖ γεγένηνται. 13.90εἰ μὲν οὖν οὗτος μὲν ἐν ἄστει ἡμεῖς δʼ ἐν Πειραιεῖ ἦμεν, εἶχον <ἄν> note τινα λόγον αὐτῷ αἱ συνθῆκαι· νῦν δὲ καὶ οὗτος ἐν Πειραιεῖ ἦν καὶ ἐγὼ καὶ Διονύσιος καὶ οὗτοι ἅπαντες οἱ τοῦτον τιμωρούμενοι, ὥστε οὔκ εἰσιν ἡμῖν ἐμποδὼν <οὐδέν> note· οὐδένα γὰρ ὅρκον οἱ ἐν Πειραιεῖ τοῖς ἐν Πειραιεῖ note ὤμοσαν.

13.91ἐκ παντὸς δὲ τρόπου ἔμοιγε δοκεῖ οὐχ ἑνὸς θανάτου ἄξιος εἶναι, ὅστις φησὶ μὲν ὑπὸ τοῦ δήμου <πεποιῆσθαι>, note τὸν δὲ δῆμον, ὃν αὐτός φησι πατέρα αὑτοῦ εἶναι, φαίνεται κακώσας, καθυφεὶς note καὶ προδοὺς ἐξ ὧν ἐκεῖνος μείζων καὶ ἰσχυρότερος ἐγίγνετο. ὅστις οὖν τόν τε γόνῳ πατέρα τὸν αὑτοῦ ἔτυπτε καὶ οὐδὲν παρεῖχε τῶν ἐπιτηδείων, τόν τε ποιητὸν πατέρα ἀφείλετο ἦν ὑπάρχοντα ἐκείνῳ ἀγαθά, πῶς οὐ καὶ διὰ τοῦτο κατὰ note τὸν τῆς κακώσεως νόμον ἄξιός ἐστι θανάτῳ ζημιωθῆναι;

13.92προσήκει δʼ ὑμῖν, ἄνδρες δικασταί, ἅπασι τιμωρεῖν ὑπὲρ ἐκείνων τῶν ἀνδρῶν ὁμοίως ὥσπερ ἡμῶν ἑνὶ ἑκάστῳ. ἀποθνῄσκοντες γὰρ ὑμῖν note ἐπέσκηψαν καὶ ἡμῖν καὶ τοῖς φίλοις note ἅπασι τιμωρεῖν ὑπὲρ σφῶν αὐτῶν Ἀγόρατον τουτονὶ ὡς φονέα ὄντα, καὶ κακῶς ποιεῖν καθʼ ὅσον ἂν ἔμβραχυ note ἕκαστος δύνηται. εἰ τοίνυν τι ἐκεῖνοι ἀγαθὸν τὴν πόλιν τὸ πλῆθος τὸ ὑμέτερον φανεροί εἰσι πεποιηκότες, καὶ αὐτοὶ ὑμεῖς ὁμολογεῖτε, ἀνάγκη ὑμᾶς ἐστι πάντας ἐκείνοις φίλους καὶ ἐπιτηδείους εἶναι, ὥστε οὐδὲν μᾶλλον ἡμῖν καὶ ὑμῶν ἑνὶ ἑκάστῳ ἐπέσκηψαν. 13.93οὔκουν οὔτε ὅσιον οὔτε νόμιμον ὑμῖν ἐστιν ἀνεῖναι Ἀγόρατον τουτονί. ὑμεῖς τοίνυν, ἄνδρες Ἀθηναῖοι, νυνὶ δή, ἐπεὶ ἐν τῷ τότε χρόνῳ, ἐν ἐκεῖνοι ἀπέθνῃσκον, οὐχ οἷοί τε ἦστε ἐπαρκέσαι διὰ τὰ πράγματα τὰ περιεστηκότα, note νυνί, ἐν δύνασθε, τιμωρήσατε τὸν ἐκείνων φονέα. ἐνθυμεῖσθε δʼ, ἄνδρες Ἀθηναῖοι, ὅπως μὴ πάντων ἔργον σχετλιώτατον ἐργάσησθε. εἰ γὰρ ἀποψηφιεῖσθε Ἀγοράτου τουτουί, οὐ μόνον τοῦτο διαπράττεσθε, ἀλλὰ καὶ ἐκείνων τῶν ἀνδρῶν, οὓς ὁμολογεῖτε ὑμῖν εὔνους εἶναι, τῇ αὐτῇ ψήφῳ ταύτῃ θάνατον καταψηφίζεσθε· 13.94ἀπολύοντες γὰρ τὸν αἴτιον ὄντα ἐκείνοις τοῦ θανάτου οὐδὲν ἄλλο γιγνώσκετε ἐκείνους δικαίως ὑπὸ τούτου τεθνηκέναι. καὶ οὕτως ἂν δεινότατα πάντων πάθοιεν, εἰ οἷς ἐπέσκηπτον ἐκεῖνοι ὡς φίλοις οὖσι τιμωρεῖν ὑπὲρ αὑτῶν, οὗτοι ὁμόψηφοι κατʼ ἐκείνων τῶν ἀνδρῶν τοῖς τριάκοντα γενήσονται. 13.95μηδαμῶς, ἄνδρες δικασταί, πρὸς θεῶν Ὀλυμπίων, μήτε τέχνῃ μήτε μηχανῇ μηδεμιᾷ θάνατον ἐκείνων τῶν ἀνδρῶν καταψηφίσησθε, οἳ πολλὰ κἀγαθὰ ὑμᾶς ποιήσαντες διὰ ταῦτα ὑπὸ τῶν τριάκοντα καὶ Ἀγοράτου τουτουὶ ἀπέθανον. ἀναμνησθέντες οὖν ἁπάντων τῶν δεινῶν, καὶ τῶν κοινῶν τῇ πόλει καὶ τῶν ἰδίων, ὅσα ἑκάστῳ ἐγένετο ἐπειδὴ ἐκεῖνοι οἱ ἄνδρες ἐτελεύτησαν, τιμωρήσατε τὸν αἴτιον τούτων. ἀποδέδεικται δʼ ὑμῖν ἅπαντα note καὶ ἐκ τῶν ψηφισμάτων καὶ ἐκ τῶν ἀπογραφῶν καὶ ἐκ τῶν ἄλλων ἁπάντων Ἀγόρατος ὢν αὐτοῖς τοῦ θανάτου.

13.96ἔτι δὲ καὶ προσήκει ὑμῖν ἐναντία τοῖς τριάκοντα ψηφίζεσθαι· ὧν μὲν τοίνυν ἐκεῖνοι θάνατον κατέγνωσαν, ὑμεῖς ἀποψηφίσασθε· ὧν δʼ ἐκεῖνοι θάνατον οὐ κατέγνωσαν, ὑμεῖς καταψηφίσασθε. note οἱ τριάκοντα τοίνυν τῶν μὲν ἀνδρῶν τούτων, οἳ ἦσαν ὑμέτεροι φίλοι, θάνατον κατέγνωσαν, ὧν δεῖ ὑμᾶς ἀποψηφίζεσθαι· Ἀγοράτου δὲ ἀπεψηφίσαντο, διότι ἐδόκει προθύμως τούτους ἀπολλύναι· οὗ προσήκει καταψηφίζεσθαι. 13.97ἐὰν οὖν τὰ ἐναντία τοῖς τριάκοντα ψηφίζησθε, πρῶτον μὲν οὐχ ὁμόψηφοι <τοῖς ἐχθροῖς> note γίγνεσθε, ἔπειτα τοῖς ὑμετέροις αὐτῶν φίλοις τετιμωρηκότες ἔσεσθε, ἔπειτα τοῖς πᾶσιν ἀνθρώποις δόξετε δίκαια καὶ ὅσια ψηφίσασθαι.



Lysias, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Lys.].
<<Lys. 12 Lys. 13 (English) >>Lys. 14

Powered by PhiloLogic