Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1579 Soph. OC 1620 (English) >>Soph. OC 1670

1620τοιαῦτʼ ἐπʼ ἀλλήλοισιν ἀμφικείμενοι
λύγδην ἔκλαιον πάντες. ὡς δὲ πρὸς τέλος
γόων ἀφίκοντʼ οὐδʼ ἔτʼ ὠρώρει βοή,
ἦν μὲν σιωπή· φθέγμα δʼ ἐξαίφνης τινὸς
θώϋξεν αὐτόν, ὥστε πάντας ὀρθίας
1625στῆσαι φόβῳ δείσαντας ἐξαίφνης τρίχας,
καλεῖ γὰρ αὐτὸν πολλὰ πολλαχῇ θεός·
οὗτος οὗτος, Οἰδίπους, τί μέλλομεν
χωρεῖν; πάλαι δὴ τἀπὸ σοῦ βραδύνεται.
δʼ ὡς ἐπῄσθετʼ ἐκ θεοῦ καλούμενος,
1630αὐδᾷ μολεῖν οἱ γῆς ἄνακτα Θησέα.
κἀπεὶ προσῆλθεν, εἶπεν· φίλον κάρα,
δός μοι χερὸς σῆς πίστιν ὁρκίαν τέκνοις,
ὑμεῖς τε, παῖδες, τῷδε· καὶ καταίνεσον
μήποτε προδώσειν τάσδʼ ἑκών, τελεῖν δʼ ὅσʼ ἂν
1635μέλλῃς φρονῶν εὖ ξυμφέροντʼ αὐταῖς ἀεί.
δʼ, ὡς ἀνὴρ γενναῖος, οὐκ οἴκτου μέτα
κατῄνεσεν τάδʼ ὅρκιος δράσειν ξένῳ.
ὅπως δὲ ταῦτʼ ἔδρασεν, εὐθὺς Οἰδίπους
ψαύσας ἀμαυραῖς χερσὶν ὧν παίδων λέγει·
1640 παῖδε, τλάσας χρὴ τὸ γενναῖον φρενὶ
χωρεῖν τόπων ἐκ τῶνδε, μηδʼ μὴ θέμις
λεύσσειν δικαιοῦν μηδὲ φωνούντων κλύειν,
ἀλλʼ ἕρπεθʼ ὡς τάχιστα· πλὴν κύριος
Θησεὺς παρέστω μανθάνων τὰ δρώμενα.
1645τοσαῦτα φωνήσαντος εἰσηκούσαμεν
ξύμπαντες· ἀστακτὶ δὲ σὺν ταῖς παρθένοις
στένοντες ὡμαρτοῦμεν. ὡς δʼ ἀπήλθομεν,
χρόνῳ βραχεῖ στραφέντες ἐξαπείδομεν
τὸν ἄνδρα τὸν μὲν οὐδαμοῦ παρόντʼ ἔτι,
1650ἄνακτα δʼ αὐτὸν ὀμμάτων ἐπίσκιον
χεῖρʼ ἀντέχοντα κρατός, ὡς δεινοῦ τινος
φόβου φανέντος οὐδʼ ἀνασχετοῦ βλέπειν.
ἔπειτα μέντοι βαιὸν οὐδὲ σὺν χρόνῳ
ὁρῶμεν αὐτὸν γῆν τε προσκυνοῦνθʼ ἅμα
1655καὶ τὸν θεῶν Ὄλυμπον ἐν ταὐτῷ λόγῳ.
μόρῳ δʼ ὁποίῳ κεῖνος ὤλετʼ, οὐδʼ ἂν εἷς
θνητῶν φράσειε, πλὴν τὸ Θησέως κάρα.
οὐ γάρ τις αὐτὸν οὔτε πυρφόρος θεοῦ
κεραυνὸς ἐξέπραξεν οὔτε ποντία
1660θύελλα κινηθεῖσα τῷ τότʼ ἐν χρόνῳ,
ἀλλʼ τις ἐκ θεῶν πομπὸς τὸ νερτέρων
εὔνουν διαστὰν γῆς ἀλάμπετον βάθρον.
ἁνὴρ γὰρ οὐ στενακτὸς οὐδὲ σὺν νόσοις
ἀλγεινὸς ἐξεπέμπετʼ, ἀλλʼ εἴ τις βροτῶν
1665θαυμαστός. εἰ δὲ μὴ δοκῶ φρονῶν λέγειν,
οὐκ ἂν παρείμην οἷσι μὴ δοκῶ φρονεῖν.
Χορός ποῦ δʼ αἵ τε παῖδες χοἰ προπέμψαντες φίλων;
Ἄγγελος αἵδʼ οὐχ ἑκάς· γόων γὰρ οὐκ ἀσήμονες
φθόγγοι σφε σημαίνουσι δεῦρʼ ὁρμωμένας.


Sophocles, Oedipus at Colonus (XML Header) [genre: poetry; drama; tragedy] [word count] [lemma count] [Soph. OC].
<<Soph. OC 1579 Soph. OC 1620 (English) >>Soph. OC 1670

Powered by PhiloLogic