Scr. in castris v K. Quint. a. 704 (50).
CICERO ATTICO SAL.
nunc quidem profecto Romae es. quo te, si ita est, salvum venisse gaudeo; unde quidem quam diu afuisti, magis a me abesse videbare quam si domi esses; minus enim mihi meae notae res erant, minus etiam publicae. qua re velim, etsi ut spero te haec legente aliquantum iam viae processero, tamen obvias mihi litteras quam argutissimas de omnibus rebus crebro mittas, imprimis de quo scripsi ad te antea. τῆς ξυναόρου τῆς ἐμῆς οὑξελεύθερος ἔδοξέ μοι θαμὰ βατταρίζων καὶ ἀλύων ἐν τοῖς ξυλλόγοις καὶ ταῖς λέσχαις ὑπό τι πεφυρακέναι τὰς ψήφους ἐν τοῖς ὑπάρχουσιν τοῖς τοῦ Κροτωνιάτου. hoc tu indaga, ut soles, et hoc magis. ἐξ ἄστεως ἑπταλόφου στείχων παρέδωκεν μνῶν κδ, μη, ὀφείλημα τῷ Καμίλλῳ, ἑαυτόν τε ὀφείλοντα μνᾶς κδ ἐκ τῶν Κροτωνιατικῶν καὶ ἐκ τῶν Χερρονησιτικῶν μη καὶ μνᾶς κληρονομῆσαι χμ, κμ. τούτων δὲ μηδὲ ὀβολὸν διευλυτῆσθαι, πάντων ὀφειληθέντων τοῦ δευτέρου μηνὸς τῇ νουμηνίᾳ. τὸν δὲ ἀπελεύθερον αὐτοῦ, ὄντα ὁμώνυμον τῷ Κόνωνος πατρί, μηδὲν ὁλοσχερῶς πεφροντικέναι. ταῦτα οὖν πρῶτον μὲν ἵνα πάντα σῴζηται, δεύτερον δὲ ἵνα μηδὲ τῶν τόκων ὀλιγωρήσῃς τῶν ἀπὸ τῆς προεκκειμένης ἡμέρας. ὅσας αὐτὸν ἠνέγκαμεν σφόδρα δέδοικα· καὶ γὰρ παρῆν πρὸς ἡμᾶς κατασκεψόμενος καί τι σχεδὸν ἐλπίσας· ἀπογνοὺς δ' ἀλόγως ἀπέστη ἐπειπών εἴκω· αἰσχρόν τοι δηρόν τε μένειν
—,
-- --
meque obiurgavit vetere proverbio τὰ μὲν διδόμενα—. reliqua vide et quantum fieri potest perspice.