Hippocrates, Mochlicus (XML Header) [genre: prose; science; medicine] [word count] [lemma count] [Hipp. Mochl.].
Previous Section

Next Section

Ἀποσφακελίσιος μέντοι σαρκῶν, καὶ ἐν τρώμασιν αἱμοῤῥόοις ἀποσφιγχθὲν, καὶ ἐν ὀστέων κατήγμασί πιεχθὲν, καὶ ἐν δεσμοῖς ἀπομελανθέν. Καὶ οἷσι μηροῦ μέρος ἀποπίπτει καὶ βραχίονος, ὀστέα τε καὶ σάρκες [ἀποπίπτουσι], πολλοὶ περιγίνονται, ὡς τά γε ἄλλα εὐφορώτερα. Οἷσι μὲν οὖν καταγέντων ὀστέων, αἱ μὲν περιῤῥήξιες ταχεῖαι, αἱ δὲ τῶν ὀστέων ἀποπτώσιες, ἂν τὰ ὅρια τῇς ψιλώσιος , ταύτῃ ἀποπίπτουσι, βραδύτερον δέ. Δεῖ δὲ τὰ κατωτέρω τοῦ τρώματος προσαφαιρέειν καὶ τοῦ σώματος τοῦ ὑγιέος (προθνήσκει γὰρ), φυλασσόμενον ὀδύνην· ἅμα γὰρ λειποθυμίῃ θνήσκουσιν. Μηροῦ ὀστέον ἀπελύθη ἐκ τοιούτου ὀγδοηκοσταῖον, δὲ κνήμη ἀφῃρέθη εἰκοσταίη· κνήμης δὲ ὀστέα κατὰ μέσην, ἑξηκοσταῖα ἀπελύθη. Ἐκ τοιουτέων ταχὺ καὶ βραδέως, αἱ πιέξιες αἱ ἰητρικαί. Τὰ δʼ ἄλλα ὅσα ἡσυχαίως, τὰ μὲν ὀστέα οὐκ ἀποπίπτει, οὐδὲ σαρκῶν ψιλοῦται, ἀλλʼ ἐπιπολαιότερον. Προσδέχεσθαι ταῦτα χρή· τὰ γὰρ πλεῖστα φοβερώτερα κακίω. ἴησις πραεῖα· θέρμῃ, διαίτῃ ἀκριβεῖ· κίνδυνος αἱμοῤῥαγιῶν, ψύχεος· σχήματα δὲ, ὡς μὲν ἀνάῤῥοπα, ἔπειτα ὑποστάσιος πύου εἵνεκα ἐξ ἴσου ὅσα ξυμφέρει. Ἐπὶ τοῖσι τοιουτέοισι καὶ ἐπὶ τοῖσι μελασμοῖσιν, αἱμοῤῥαγίαι· δυσεντερίαι, περὶ κρίσιν, λαῦροι μὲν, ὀλιγήμεροι δέ· οὐκ ἀπόσιτοι δὲ πάνυ, οὐδὲ πυρετώδεες, οὐδέ τι κενεαγγητέον.

Previous Section

Next Section


Hippocrates, Mochlicus (XML Header) [genre: prose; science; medicine] [word count] [lemma count] [Hipp. Mochl.].
Powered by PhiloLogic