Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.149 Joseph. AJ 12.154 (English) >>Joseph. AJ 12.160

12.152μετρείσθωσαν δὲ καὶ ἄχρις ἂν τοὺς παρὰ τῆς γῆς καρποὺς λαμβάνωσιν σῖτον εἰς τὰς τῶν θεραπόντων διατροφάς· διδόσθω δὲ καὶ τοῖς εἰς τὰς χρείας ὑπηρετοῦσιν τὸ αὔταρκες, ἵνα τῆς παρʼ ἡμῶν τυγχάνοντες φιλανθρωπίας προθυμοτέρους παρέχωσιν αὑτοὺς περὶ τὰ ἡμέτερα. 12.153πρόνοιαν δὲ ποιοῦ καὶ τοῦ ἔθνους κατὰ τὸ δυνατόν, ὅπως ὑπὸ μηδενὸς ἐνοχλῆται.” περὶ μὲν οὖν τῆς Ἀντιόχου φιλίας τοῦ μεγάλου πρὸς Ἰουδαίους ταῦτα ἡμῖν ἀποχρώντως εἰρήσθω μαρτύρια. 12.154

Μετὰ δὲ ταῦτα φιλίαν καὶ σπονδὰς πρὸς Πτολεμαῖον Ἀντίοχος ἐποιήσατο καὶ δίδωσιν αὐτῷ τὴν θυγατέρα Κλεοπάτραν πρὸς γάμον παραχωρήσας αὐτῷ τῆς κοίλης Συρίας καὶ Σαμαρείας καὶ Ἰουδαίας καὶ Φοινίκης φερνῆς ὀνόματι. 12.155καὶ διαιρεθέντων εἰς ἀμφοτέρους τοὺς βασιλέας τῶν φόρων τὰς ἰδίας ἕκαστοι τῶν ἐπισήμων ὠνοῦντο πατρίδας φορολογεῖν καὶ συναθροίζοντες τὸ προστεταγμένον κεφάλαιον τοῖς βασιλεῦσιν ἐτέλουν. 12.156ἐν τούτῳ τῷ χρόνῳ Σαμαρεῖς εὖ πράσσοντες πολλὰ τοὺς Ἰουδαίους ἐκάκωσαν τήν τε χώραν αὐτῶν τεμόντες καὶ σώματα διαρπάσαντες· ἐγένετο δὲ ταῦτα ἐπὶ ἀρχιερέως Ὀνίου. 12.157τελευτήσαντος γὰρ Ἐλεαζάρου τὴν ἀρχιερωσύνην θεῖος αὐτοῦ Μανασσῆς παρέλαβεν, μεθʼ ὃν καταστρέψαντα τὸν βίον Ὀνίας τὴν τιμὴν ἐξεδέξατο Σίμωνος υἱὸς ὢν τοῦ δικαίου κληθέντος· Σίμων δʼ ἦν ἀδελφὸς Ἐλεαζάρου, καθὼς προεῖπον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.149 Joseph. AJ 12.154 (English) >>Joseph. AJ 12.160

Powered by PhiloLogic