Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.157 Joseph. AJ 12.162 (English) >>Joseph. AJ 12.167

12.160

Ἰώσηπος δέ τις, νέος μὲν ἔτι τὴν ἡλικίαν, ἐπὶ σεμνότητι δὲ καὶ προνοίᾳ δικαιοσύνης δόξαν ἔχων παρὰ τοῖς Ἱεροσολυμίταις, Τωβίου μὲν πατρός, ἐκ δὲ τῆς Ὀνίου τοῦ ἀρχιερέως ἀδελφῆς γεγονώς, δηλωσάσης αὐτῷ τῆς μητρὸς τὴν τοῦ πρεσβευτοῦ παρουσίαν, ἔτυχεν γὰρ αὐτὸς ἀποδημῶν εἰς Φικόλαν κώμην ἐξ ἧς ὑπῆρχεν, 12.161ἐλθὼν εἰς τὴν πόλιν ἐπέπληττε τῷ Ὀνίᾳ μὴ προνοουμένῳ τῆς ἀσφαλείας τῶν πολιτῶν, ἀλλʼ εἰς κινδύνους τὸ ἔθνος βουλομένῳ περιστῆσαι διὰ τὴν τῶν χρημάτων ἀποστέρησιν, διʼ καὶ τοῦ λαοῦ τὴν προστασίαν λαβεῖν αὐτὸν ἔλεγεν καὶ τῆς ἀρχιερατικῆς τιμῆς ἐπιτυχεῖν. 12.162εἰ δʼ ἐρωτικῶς οὕτως ἔχοι τῶν χρημάτων, ὡς διʼ αὐτὰ καὶ τὴν πατρίδα κινδυνεύουσαν ἰδεῖν ὑπομεῖναι καὶ πᾶν ὁτιοῦν παθόντας αὐτοῦ τοὺς πολίτας, συνεβούλευσεν ἀπελθόντα πρὸς τὸν βασιλέα δεηθῆναι αὐτοῦ πάντων αὐτῷ παραχωρῆσαι τῶν χρημάτων μέρους. 12.163τοῦ δὲ Ὀνίου μήτε ἄρχειν θέλειν ἀποκριναμένου καὶ τὴν ἀρχιερωσύνην δʼ εἰ δυνατόν ἐστιν ἑτοίμως ἔχειν ἀποθέσθαι λέγοντος μήτε ἀναβήσεσθαι πρὸς τὸν βασιλέα, μέλειν γὰρ αὐτῷ περὶ τούτων οὐδέν, εἰ πρεσβεύειν αὐτῷ συγχωρεῖ πρὸς τὸν Πτολεμαῖον ὑπὲρ τοῦ ἔθνους ἐπηρώτησεν. 12.164φήσαντος δὲ ἐπιτρέπειν ἀναβὰς εἰς τὸ ἱερὸν Ἰώσηπος καὶ συγκαλέσας τὸ πλῆθος εἰς ἐκκλησίαν μηδὲν ταράσσεσθαι μηδὲ φοβεῖσθαι παρῄνει διὰ τὴν Ὀνίου τοῦ θείου περὶ αὐτῶν ἀμέλειαν, ἀλλʼ ἐν ἀδείᾳ τῶν ἀπὸ τῆς σκυθρωποτέρας ἐλπίδος τὴν διάνοιαν αὐτοὺς ἔχειν ἠξίου· πρεσβεύσειν γὰρ αὐτὸς ἐπηγγέλλετο πρὸς τὸν βασιλέα καὶ πείσειν αὐτόν, ὅτι μηδὲν ἀδικοῦσιν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 12.157 Joseph. AJ 12.162 (English) >>Joseph. AJ 12.167

Powered by PhiloLogic